1 | [ἔδοξε τ]ῇ βουλῇ καὶ τῷ δήμῳ, πρυτάνεων γνώμη· ἐπεὶ [Λεύ]- |
κιος Αὐφίδιος Λευκίου υἱὸς Βάσσος διὰ παντὸς εὔνους ὢ[ν] | |
διατελεῖ καὶ κατὰ κοινὸν τῇ πόλει καὶ καθ’ ἰδίαν ἑκάστῳ τῶ[ν] | |
πολιτῶν, πατροπαράδοτον παρειληφὼς τὴν πρὸς τὸν δῆμο[ν] | |
5 | ἡμῶν εὔνοιαν, καὶ πολλὰς καὶ μεγάλας τῇ πόλει παρέσχηται |
χρείας, μεγαλοπρεπῶς τε καὶ φιλαγάθως πολλῶν χρημάτων ἄφε- | |
σιν πεποίηται· ὅ τε πατὴρ αὐτοῦ, καθ’ ὃν καιρὸν ἐπιγενόμενος ὁ | |
κοινὸς πόλεμος καὶ συνεχεῖς πειρατῶν ἐπίπλοι τὴν νῆσον οὐ- | |
χ ὡς ἔτυχεν συνηνάγκασαν ὑπὸ τῶν δανείων ἐπιβαρηθῆ- | |
10 | ναι, μόνος καὶ πρῶτος τῶν συνηλ<λ>αχότων, πρὸ πλείονος ἡγη- |
σάμενος τὴν τῆς πόλεως σωτηρίαν ἢ τὸ περὶ τὸν ἴδιον βίον | |
λυσιτελές, χρημάτων πλῆθος, ὅσον προῃρούμεθα, προθυμό- | |
τατα ἔδωκεν ἐξ ἑτοίμου τόκων πολὺ κουφοτέρων παρὰ τοὺς [ὑ]- | |
πάρχοντας τότε, τούτων τε συνπεριφορὰν ἐποιήσατο πάν- | |
15 | τα τὸν τῆς ζωῆς χρόνον, διετέλει τε λέγων καὶ πράττων |
διὰ παντὸς τὰ βέλτιστα καὶ συνφέροντα τῇ πόλει· ἐφ’ οἷς ὁ δῆ- | |
μος ἡμῶν, ἔργῳ λαβὼν πεῖραν τῶν ὑπ’ αὐτοῦ γεγονυιῶν εὐε[ρ]- | |
γεσιῶν, παραχρῆμα τὰς καθηκούσας ἐψηφίσατο τιμὰς αὐτ[ῷ]· | |
διαδεξάμενός τ’ αὐτὸς ἐπηγωνίσατο τῆι πρὸς τὴν πόλιν εὐ̣- | |
20 | νοίᾳ, καὶ δύο μὲν συνγραφὰς καταλελειμμένας ὑπὸ τοῦ πα- |
τρὸς αὐτῶι κατὰ τῆς πόλεως ἐκ τῶν τόκων, τὴν μὲν μίαν δρα̣- | |
χμῶν Ἀττικῶν μυρίων χιλίων, τὴν δ’ ἑτέραν Ἀττικῶν Μυρίων ἐ- | |
νακισχιλίων πεντακοσίων, ἐλοιπογράφησεν χωρὶς ἀργυρίου κομι- | |
δῆς παρακληθεὶς ὑπὸ τοῦ δήμου· τοῖς δὲ ἄλλοις δανείοις ἄνωθεν | |
25 | ἀπὸ τῶν συνγραφῶν δραχμιαῖον τόκον ἐξ εὐθυτοκίας ἵλκυσεν [ἐ]- |
τῶν καὶ πλείονων, καὶ συνχωρήσας πλῆθος χρημάτων ἱκανώτ[ε]- | |
ρον, πάλιν ἁτὸν ἐν τῇ πρὸς τὸν δῆμον ὑπερέθετ’ εὐεργεσίᾳ· τὸ | |
γὰρ συναχθὲν ἐκ τῆς ἐπιεικεστάτης ψήφου κεφάλαιον εἰς ἄλ- | |
λον πενταετῆ συνεγράψατο χρόνον τόκου τετρωβόλου· δι- | |
30 | ελθόντος δὲ καὶ τούτου καὶ πλειόνων ἄλλων ἐτῶν ἐπιγε[νο]- |
μένων, καὶ μὴ δυνηθέντων ἡμῶν διὰ τὰς ὑφ’ ἑτέρων γειν[ο]- | |
μένας ἐπιβαρήσεις ἀποδοῦναι τὰ ὀφειλόμενα αὐτῶι, καὶ [διὰ] | |
ταῦτα συναθροισθέντων διαφόρων πλειόνων καὶ τῆς πό[λε]- | |
ως ἐν τοῖς ἐσχάτοις ὑπαρχούσης κινδύνοις, πάλιν ἐν τοῖς [πα]- | |
35 | ροῦσι καιροῖς ἡγησάμενος εὐσεβὲς καὶ μεγαλοπρεπὲς ὑπ[άρ]- |
χειν ἑαυτῷ τὴν προσήκουσαν τῆς πατρίδος ἡμῶν ποιήσασ[θαι] | |
φροντίδα, ἀρχαίας νήσου καὶ ἱερᾶς ὑπαρχούσης, εἶναί θ’ ἑαυτ[ῶι] | |
πλούτου παντὸς κρείττονα πόλεως σωτηρίαν καὶ τὴν π[αρὰ] | |
πᾶσιν ἀγαθὴν εὐφημίαν, πολλὰ πάλιν χρήματ’ ἐπέδω[κε τῶι] | |
40 | δήμωι, οὐ μόνον ἀπὸ τῶν ὀφειλομένων αὐτῶι μεγάλ[α ἀφ]ελὼ[ν] |
κεφάλαια, ἀλλὰ καὶ χρόνον εἰς τὴν ἀπόδοσιν ὧν ἐπείσ- | |
θη δοὺς ἑνδεκαετῆ, καὶ τοῦτον ἄτοκον, χάριν τοῦ κατὰ | |
τὸ δυνατόν, ὅσον ἐπ’ αὐτῷ, τὴν νῆσον καὶ πάντας ἡμᾶς | |
ἐν αὐτῇ συντηρηθῆναι, γενόμενος τῶν μεγίστων ἡμεῖ[ν] | |
45 | παραίτιος ἀγαθῶν· ἐπιδημήσας τε ἡμῶν ἐν τῇ πόλει πλεί- |
ονα χρόνον σώφρονα καὶ σεμνὴν καὶ πᾶσιν προσηνῆ τὴν | |
ἀναστροφὴν ποιεῖται· ἐφ’ οἷς οὐχ ἧττον ὁ δῆμος [ζ]ηλοῖ αὐ- | |
τὸν καὶ διὰ ταῦτα θαυμάζει τε καὶ τιμᾷ, καὶ εἰλι[κρινῶ]ς [γ]νησ[ί]- | |
αν ἔχοντι πρὸς πάντας φιλοστοργίαν εὐχαρισ[τ]εῖ· ἔν τε | |
50 | τοῖς ἄλλοις πᾶσιν ὢν δίκαιος καὶ εὐσεβῆ γνώμην ἔχων καὶ ἁ[ρ]- |
μοζούσῃ παρρησίᾳ χρώμενος εἰς ἐπίστασιν καθέσπακεν [ὅ]- | |
σον ἐπ’ αὐτῷ τοὺς ἐπιβαροῦντας, καὶ τοῖς ἀδίκως κινδυν[εύου]- | |
σι δικαίαν παρέχεται βοήθειαν, [π]άν[τως] τε ἐν παντὶ καιρ[ῷ] πρό- | |
θυμον ἁτὸν ἐπιδίδωσιν ἐπὶ τὰ τῆς πόλεως πράγματα· ὅ- | |
55 | πως οὖν καὶ ὁ δῆμος ἡ[μῶν] φαίνηται τὰς ἐπιβαλλούσας |
τοῖς εὐεργέταις ἀποδιδούς χάρ[ιτ]ας, πε[ρὶ δὴ τούτων, ἀ]- | |
γαθῇ τύχῃ, δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ, ἐ[παινέσαι — —] | |
{²multa desunt}² |
IG XII,5
860