[ ]
Tenos — 2nd c. BC
1 | [ἔδ]οξεν τεῖ βουλῆι καὶ τῶι δήμωι· πρυτά- |
νεων γνώμη· ἐπειδὴ Κόϊντος Κοΐντου | |
[Κ]αλπόρνιος ὁ ἔπαρχος εὔνους καὶ φί- | |
[λο]ς ὑπάρχων τοῦ δήμου παραγέγονε[ν] | |
5 | [πρὸ]ς ἡμᾶς καὶ τὰς παρεπιδημίας ποιεῖ- |
[τα]ι καλῶς καὶ εὐτάκτως, v ἀγαθεῖ τύ- | |
χηι, δεδόχθαι τεῖ βουλῆι καὶ τῶι δήμω[ι]· | |
[ἐ]παινέσαι Κόϊντον Κοΐντου Καλπόρνι- | |
[ο]ν καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ | |
10 | στεφάνωι τῶι ἱερῶι τοῦ Ποσειδῶνος καὶ |
τῆς Ἀμφιτρίτης, ἀρετῆς ἕνεκεν καὶ εὐσε- | |
βείας τῆς περὶ τὸ ἱερὸν v καὶ εὐνοίας | |
τῆς εἰς τὴν πόλιν, καὶ ἀναγορεῦσαι αὐ- | |
τῶι τὸν στέφανον τὸν ἄρχοντα τὴν στε- | |
15 | φανηφόρον ἀρχὴν ἔν τε τῶι ἱερῶι v τοῦ Πο- |
σειδῶνος καὶ τῆς Ἀμφιτρίτης, ὅταν τὴν | |
θυσίαν καὶ τὴν πανήγυριν συντελεῖ ἡ πό- | |
λις, v καὶ ἐν τῶι θεάτρωι Ποσιδείων καὶ Διο- | |
[ν]υσίων τῶι ἀγῶνι τῶν τραγωιδῶν· v εἶναι δὲ | |
20 | Κόϊντον καὶ τοὺς ἐκγόνους αὐτοῦ προξέ- |
νους καὶ εὐεργέτας τής πόλεως, v δεδόσθαι | |
[δ]ὲ αὐτοῖς καὶ πολιτείαν, v καὶ γῆς καὶ οἰκί- | |
[α]ς ἔγκτησιν, προσγραψαμένοις πρὸς | |
[φ]υλὴν καὶ φρατρίαν ἣν ἂν βούλωνται, καὶ | |
25 | [πρ]οεδρίαν ἐν τοις ἀγῶσιν v οἷς ἡ πόλις συν- |
[τελ]εῖ, v καὶ πρόσοδον πρὸς τὴν βουλὴν καὶ | |
[τὸν] δῆμον, ἐάν του δέωνται, πρώτοις | |
[μετ]ὰ τὰ ἱερά· v ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα | |
[τόδ]ε εἰς στήλην λιθίνην v καὶ στῆσαι [εἰς] | |
30 | [τὸ ἱ]ερὸν τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτ[ης]. |