IG XII,5 841
[ ] Tenos — 2nd c. BC
1 [ἔδ]οξεν τεῖ βουλῆι καὶ τῶι δήμωι· πρυτά-
νεων γνώμη· ἐπειδὴ Κόϊντος Κοΐντου
[Κ]αλπόρνιος ὁ ἔπαρχος εὔνους καὶ φί-
[λο]ς ὑπάρχων τοῦ δήμου παραγέγονε[ν]
5 [πρὸ]ς ἡμᾶς καὶ τὰς παρεπιδημίας ποιεῖ-
[τα]ι καλῶς καὶ εὐτάκτως, v ἀγαθεῖ τύ-
χηι, δεδόχθαι τεῖ βουλῆι καὶ τῶι δήμω[ι]·
[ἐ]παινέσαι Κόϊντον Κοΐντου Καλπόρνι-
[ο]ν καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ
10 στεφάνωι τῶι ἱερῶι τοῦ Ποσειδῶνος καὶ
τῆς Ἀμφιτρίτης, ἀρετῆς ἕνεκεν καὶ εὐσε-
βείας τῆς περὶ τὸ ἱερὸν v καὶ εὐνοίας
τῆς εἰς τὴν πόλιν, καὶ ἀναγορεῦσαι αὐ-
τῶι τὸν στέφανον τὸν ἄρχοντα τὴν στε-
15 φανηφόρον ἀρχὴν ἔν τε τῶι ἱερῶι v τοῦ Πο-
σειδῶνος καὶ τῆς Ἀμφιτρίτης, ὅταν τὴν
θυσίαν καὶ τὴν πανήγυριν συντελεῖ ἡ πό-
λις, v καὶ ἐν τῶι θεάτρωι Ποσιδείων καὶ Διο-
[ν]υσίων τῶι ἀγῶνι τῶν τραγωιδῶν· v εἶναι δὲ
20 Κόϊντον καὶ τοὺς ἐκγόνους αὐτοῦ προξέ-
νους καὶ εὐεργέτας τής πόλεως, v δεδόσθαι
[δ]ὲ αὐτοῖς καὶ πολιτείαν, v καὶ γῆς καὶ οἰκί-
[α]ς ἔγκτησιν, προσγραψαμένοις πρὸς
[φ]υλὴν καὶ φρατρίαν ἣν ἂν βούλωνται, καὶ
25 [πρ]οεδρίαν ἐν τοις ἀγῶσιν v οἷς ἡ πόλις συν-
[τελ]εῖ, v καὶ πρόσοδον πρὸς τὴν βουλὴν καὶ
[τὸν] δῆμον, ἐάν του δέωνται, πρώτοις
[μετ]ὰ τὰ ἱερά· v ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα
[τόδ]ε εἰς στήλην λιθίνην v καὶ στῆσαι [εἰς]
30 [τὸ ἱ]ερὸν τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτ[ης].
Search Help
Contact Us