[ ]
Tenos — 2nd c. BC
[— — — — — — — — — καὶ ἀναγο]- | |
[ρεῦσαι τὸν στέφανον τὸν ἄρχοντα τῆν στε]- | |
1 | [φα]νηφόρο[ν ἀρχὴν ἔν τε τῶι ἱερῶι τοῦ Ποσει]- |
[δ]ῶνος καὶ τῆς Ἀ[μ]φ[ιτρίτης, ὅταν τὴν θυσίαν] | |
[καὶ] τὴν πανήγυριν συντε[λῆι ἡ πόλις, καὶ ἐν τῶι] | |
[θεάτρω]ι Ποσιδείων κ[αὶ Διονυσίω]ν ἐ[ν τῶι ἀγῶ]- | |
5 | [ν]ι τῶν τραγωιδῶν· ε[ἶναι] δὲ αὐτὸν πρόξε- |
[ν]ον καὶ εὐεργέτην τοῦ [ἡμετ]έρου δήμου, δεδ[ό]- | |
σθ[α]ι [δ]ὲ α[ὐ]τῶι καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν οἷς | |
ἡ [πόλι]ς συντελεῖ, καὶ πρόσοδον πρὸς τὴν βου- | |
[λὴν κ]αὶ [τὸν] δῆμον, ἐάν του δέηται, πρώτωι με- | |
10 | [τὰ τὰ ἱερά, ἀν]αγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε εἰς |
σ[τήλην λιθί]νην καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Πο- | |
[σειδῶνο]ς καὶ τῆς Ἀμφιτρίτης· ἵνα δὲ καὶ Ἱερα- | |
[πύτνιοι] εἰδῶσιν τὰ ἐψηφισμένα Ἀμφ̣ερ̣ω̣ν̣ί̣- | |
δ̣ᾳ, τοὺς ἄρχοντας ἀποστεῖλαι εἰς Ἱεραπύτναν | |
15 | τόδε τὸ ψήφισμα σφραγισαμένους τῆι δη- |
μοσίαι σφραγῖδι. |