[ ] Tenos — 2nd c. BC
— — — — — — — — — — — — — — — — — — — —
1 [ὅπως οὖν καὶ ὁ ἡμέτερος δῆμος ἀντευεργε]-
τῶν φαίνηται τὸν ἑαυτὸν εὐε[ργετοῦντα, δεδό]-
χθαι τῆι βουλῆι καὶ τ[ῶ]ι δήμ[ω]ι· [ἐπαινέσαι —]-
δην Κτησωνίδου Δήλιον καὶ σ[τεφανῶσαι αὐτὸν]
5 θαλλοῦ στεφάνωι τῶι ἱερῶ[ι τοῦ Ποσειδῶνος]
καὶ τῆς Ἀμφιτρίτης ἀρετῆς̣ [ἕνεκεν καὶ εὐνοίας]
τῆς εἰς τὸν δῆμον τὸν Τηνί[ων, καὶ ἀναγορεῦσαι αὐ]-
τῶι τὸν στέφανον τὸν ἄρχο[ντα τὴν στεφανηφόρον]
ἀρχὴν ἔν τε τῶι ἱερῶι τοῦ [Ποσειδῶνος καὶ τῆς]
10 Ἀμφιτρίτης, ὅταν τὴν θυσία[ν καὶ τὴν πανήγυριν]
συντελεῖ ἡ πόλις, καὶ ἐν τῶι θε̣[άτρωι Ποσιδείων]
καὶ Διονυσίων τῶι ἀγῶνι τῶν̣ [τραγωιδῶν· εἶναι]
δὲ αὐ[τ]ὸν καὶ τοὺς ἐκγόνους α̣[ὐτοῦ προξένους]
κ[α]ὶ εὐεργέτας τῆς πόλεως· [δεδόσθαι δὲ αὐτοῖς]
15 [καὶ προεδ]ρίαν ἐν τοῖς ἀγῶσ̣[ιν οἷς ἡ πόλις συν]-
[τελεῖ] {²etc.}²
Search Help
Contact Us