[ ]
Tenos — 2nd c. BC
1 | [ἔδοξεν τεῖ βουλεῖ καὶ] τῶι δ[ήμωι], |
πρυτάνεω[ν γνώμ]η· ἐπειδὴ Ἀ[μ]- | |
μώνιος Ἀμμωνίου ἀνὴρ ἀγαθ[ός] | |
ἐστιν καὶ εὔνους τῶι δήμωι | |
5 | τῶι Τηνίων καὶ διατελεῖ χρεία̣[ς] |
παρεχόμενος καὶ κοινεῖ τεῖ πόλ[ει] | |
καὶ καθ’ ἰδίαν τοῖς ἐντυγχάνουσ[ιν] | |
αὐτῶι, ἀναδέδεκται δὲ καὶ τ[ὴν] | |
θεαροδοκίαν τῶν Δηλίων, ἀγ[α]- | |
10 | θεῖ τύχει, δεδόχθαι τεῖ βουλεῖ κ[αὶ] |
τῶι δήμωι, ἐπαινέσαι τε αὐτὸ[ν] | |
καὶ στεφανῶσαι θαλλοῦ στεφά[νωι] | |
[τ]ῶι ἱερῶι {τ} τοῦ Ποσειδῶνος καὶ τῆς | |
Ἀμφιτρίτης ἀρετῆς ἕνεκεν καὶ | |
15 | εὐνοίας τῆς εἰς τ[ὸ]ν δῆμον τὸν |
Τηνίων, εἶναι δὲ αὐτὸν καὶ τοὺς ἐ[κ]- | |
γόνους αὐτοῦ προξένους καὶ ε[ὐ]- | |
εργέτας τῆς πόλεως, δεδόσθα[ι] | |
δὲ καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν | |
20 | οἷς συντελεῖ ἡ πόλις, καὶ πρόσ[ο]- |
[δ]ον πρὸς τὴν βουλὴν καὶ τὸν δῆ- | |
[μ]ον, ἐάν του δέηται· ἀναγράψαι | |
[δὲ] τόδε τό ψήφισμα εἰς στήλην | |
[λιθίνη]ν καὶ στῆσαι εἰς τὸ ἱερόν το[ῦ] | |
25 | [Ποσειδ]ῶνος καὶ τῆς Ἀμφιτρίτης· |
[ἵνα δὲ κα]ὶ Ἀθηναῖοι εἰδῶσιν [τὰ ἐψη]- | |
[φισμένα Ἀμμωνίωι, τοὺς ἄρχοντας] | |
[ἀποστεῖλαι εἰς Ἀθήνας τόδε τὸ] | |
[ψήφισμα, σφραγισαμένους τεῖ δη]- | |
30 | [μοσίαι σφραγῖδι]. |