[ ] Tenos — 2nd c. BC
            {²multa desunt}²
1 [— — — — — — ἐπαινέσαι μὲν Διόδωρον]
[{²τοῦ δεῖνος}² Ἀθη]ναῖον, κα̣ὶ̣ σ̣[τεφανῶσαι αὐτὸν]
[θαλλοῦ στεφ][ν]ωι τῶι ἱερῶι τοῦ Ποσειδῶνος
[καὶ τῆς Ἀμ]φιτρίτης, ἀρετῆς ἕνεκεν καὶ εὐνοί-
5 [ας τῆς] εἰς αὐτόν, καὶ ἀναγορεῦσαι αὐτῶι τὸν
[στέ]φανον τὸν ἄρχοντα τὸν {²⁶τὴν}²⁶ στεφανηφόρον ἀρ-
χὴν ἐν τε τῶι ἱερῶι τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμ-
φιτρίτης, ὅταν τὴν θυσίαν καὶ τὴν πανήγυ-
ριν συντελῇ ἡ πόλις, καὶ ἐν τῶι θεάτρωι Πο-
10 σιδείων καὶ Διονυσίων τῶι ἀγῶνι τῶν τρα-
γωιδῶν· εἶναι δὲ αὐτὸν πρόξενον καὶ εὐεργέ-
την τοῦ ἡμετέρου δήμου, δεδόσθαι δὲ αὐτῶι
καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν οἷς ἡ πόλις συντελ[εῖ]
καὶ πρόσοδον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον ἐ-
15 άν του δέηται πρώτωι μ[ε]τὰ τὰ ἱερά· ἀναγράψαι
δὲ καὶ τὸ ψήφισμα τόδ[ε] εἰς στήλην λιθίνην
καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶν[ος καὶ τῆς Ἀμ]-
φιτρίτης· ἵνα δὲ καὶ Ἀθηναῖοι [εἰδῶσι τὰ ἐψηφισμέ]-
να Διοδώρωι, τοὺς ἄρχοντ[ας ἀποστεῖλαι εἰς Ἀθή]-
20 νας τόδε τὸ ψήφι<σ>μα, σ[φραγισαμένους τεῖ δημο]-
[σίαι σ]φ̣ρα̣γῖδι.
Search Help
Contact Us