[ ]
Tenos — 2nd c. BC
— — — — — — — — — — — — — — — — — — — — | |
1 | ․․․․ καὶ κοινεῖ [τεῖ πόλει καὶ ἰδίαι Τη]- |
νίων τοῖς ἐντυνχάνουσ̣[ιν] αὐτῶι, ἀγ[α]- | |
[θ]εῖ τύχει, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι | |
δήμωι, ἐπαινέσαι Κόσμιον Κοσμίου Ῥόδιον | |
5 | [κα]ὶ στεφανῶσαι τῶι ἐκ τοῦ νόμου στεφά- |
[νωι ἀ]ρετῆς ἕνε[κ]εν καὶ εὐνοίας τῆς εἰς | |
[τὴν] π̣όλιν, καὶ ἀναγορεῦσαι αὐτῶι τὸν στέ- | |
[φανο]ν τὸν ἄρχοντα τὴν στεφα- | |
[νηφό]ρον ἀρχὴν ἔν τε τῶι ἱερῶι τοῦ Πο- | |
10 | [σειδ]ῶνος καὶ τῆς Ἀμφιτρίτης, |
[ὅταν] τὴν θυσίαν καὶ τὴν πανήγυ- | |
[ριν συ]ντελεῖ ὁ δῆμος, καὶ ἐν τῶι θε- | |
[άτρωι] Ποσιδείων καὶ Διονυσίων τῶ[ι] | |
[ἀγῶνι] τῶν τραγωιδῶν· εἶναι δὲ Κόσ- | |
15 | [μιον κα]ὶ τοὺς ἐκγόνους αὐτοῦ προξέ- |
[νους κα]ὶ εὐεργέτας τῆς πόλεως· [δε]- | |
[δόσθαι δὲ α]ὐτοῖς καὶ πολιτεία[ν] | |
[καὶ γῆς καὶ ο]ἰκ̣ί̣ας ἔγκτησι[ν] καὶ πρ[ὸς] | |
[φυλὴν καὶ] φ[ρ]ατρίαν προσγράψασθα[ι ἣν] | |
20 | [ἂν βούλων]τ[αι], καὶ πρόσοδον πρὸς [τὴν] |
[βουλὴν και] τὸν δῆμον ἐάν του δέ[ων]- | |
[ται πρώτ]οις μετὰ τὰ ἱερά· τὴν δὲ [βου]- | |
[λὴν κα]ὶ τοὺς στρατηγοὺς το[ὺς] | |
[ἐν τέλε]ι ὄντας ἐπιμελεῖσθα[ι, ὅ]- | |
25 | [πως ἦι κύ]ρια τὰ ἐψηφισμένα τῶ[ι δή]- |
[μωι ὑπ]έρ τε Κοσμίου κ[α]ὶ τῶν [ἐκγό]- | |
[νων αὐ]τοῦ· τὸ δὲ ψήφισμα τόδε [ἀνα]- | |
[γραψάτω] ὁ γραμματεὺς τῆς βο[υλῆς] | |
[εἰς στήλη]ν λιθίνην καὶ στησά[τω εἰς] | |
30 | [τὸ ἱερὸν το]ῦ Ποσειδῶνος καὶ τ[ῆς Ἀμ]- |
[φιτρίτης]. |