[ ] Tenos — 2nd c. BC
1 [ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι, πρυτάνεων γνώ]-
[μ]η̣· ἐπειδὴ Φι[λότιμος εὔνους ἐστὶ τεῖ πόλει τεῖ ἡ]-
[μ]ετέραι, πρά[ττων καὶ λέγων ἀεὶ τὰ βέλτιστα ὑπὲρ]
τῆς πόλεως, [πλείστην τε σπουδὴν καὶ ἐπιμέλειαν ἐ]-
5 ποιήσατο, ὅπως [οἱ πολῖται — — — — — τύχωσι]
τῆς καθηκούσης φ[ιλανθρωπίας· ὅπως οὖν καὶ ὁ ἡμέτε]-
ρος δῆμος εὐχά[ριστος ὢν φαίνηται, τὰς καταξίας]
κατὰ δύναμιν τὴν ἑ̣[αυτοῦ χάριτας ἀποδιδοὺς τοῖς]
εὐεργέταις, τύχει τεῖ [ἀγαθεῖ δεδόχθαι τεῖ βουλεῖ]
10 καὶ τῶι δήμωι, ἐπαινέσαι [μὲν Φιλότιμον {²τοῦ δεῖνος}²]
καθ’ ὑοθεσίαν δὲ Τε̣[λεσι]κρά[τευς Ῥόδιον τὸν ἀποστα]-
λέντα ἐπί τε τῶν στρατιωτ[ῶν καὶ ἐπὶ τὴν τῆς πό]-
λεως ἐπιμέλειαν, καὶ στεφανῶ[σαι χρυσῶι στεφά]-
νωι ἀπὸ δραχμῶν πεντακοσίων ἀρε[τῆς ἕνεκεν]
15 καὶ εὐνοίας τῆς εἰς τὸν δεῖμον {²⁶δῆμον}²⁶ τὸν Τηνίων, κ[αὶ ἀ]-
ναγορεῦσαι αὐτῶι τὸν ἄρχοντα τὴν στεφανηφό[ρον]
ἀρχὴν ἔν τε τῶι ἱερῶι τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμ-
φιτρίτης, ὅταν τὴν θυσίαν καὶ τὴν [πα]νή[γ]υριν συ[ν]-
[τ]ελῆι ἡ πόλις, καὶ ἐν τῶι θεάτρωι Ποσι[δε]ων καὶ [Δ]ιο[νυ]-
20 σίων τῶι ἀγῶνι τῶν τραγωιδῶν· εἶναι δὲ αὐτὸν κ[αὶ]
τοὺς ἐκγόνους αὐτῶν {²⁶αὐτοῦ}²⁶ προξένους καὶ εὐεργέτα[ς]
τῆς πόλεως, ὑπάρχειν δὲ αὐτοῖς καὶ προεδρίαν ἐ[ν]
τοῖς ἀγῶσιν οἷς ἡ πόλις συντελεῖ καὶ πρόσοδον π[ρὸς]
τὴν βουλὴν καὶ τὸν δῆμον ἐάν του δέωνται πρ[ώ]-
25 τοις μετ[ὰ] τ[ὰ ἱερά]· ὁ δὲ ταμίας δότω εἰς τὸν [στέ]-
φανον τὸ προγεγραμμένον διάφορον ἀπὸ [τῶν τῆς]
πόλεως προσόδων· ἀναγράψαι δὲ καὶ τὸ [ψήφισμα τό]-
δε εἰς στήλην λιθίνην καὶ στῆσαι εἰς [τὸ ἱερὸν τοῦ Πο]-
[σ]ειδῶνος καὶ τῆς Ἀμφιτρίτης· ἵνα δ[ὲ καὶ Ῥόδιοι εἰδῶ]-
30 [σ]ιν τὰ ἐψηφισμένα Φιλοτίμωι, τοὺ[ς ἄρχοντας ἀπο]-
στεῖλαι εἰς Ῥόδον τόδε τὸ ψήφι[σμα σφραγισαμέ]-
νους τεῖ δημοσίαι σφραγῖδ[ι].
ἔδοξεν τῆι βουλῆι καὶ [τῶι δήμωι, πρυτάνεων]
γνώμη· ἐπειδὴ Ἀ[ρ]ι̣σ̣τ̣[— — — — ἀγγέλλει τὸν]
35 ἐσόμενον ἐπί τε̣ [τῶν στρατιωτῶν — — — καὶ]
ἐπὶ τῆς πόλ[εως — — — Φιλότιμον {²τοῦ δεῖνος}²],
[κα]θ’ ὑοθεσ[ίαν δὲ Τελεσικράτευς Ῥόδιον — — —]
․․․ημ[α— — — — —] {²etc.}²
Search Help
Contact Us