[ ]
Tenos — 2nd c. BC
1 | [ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι, πρυτάνεων γνώ]- |
[μ]η̣· ἐπειδὴ Φι[λότιμος εὔνους ἐστὶ τεῖ πόλει τεῖ ἡ]- | |
[μ]ετέραι, πρά[ττων καὶ λέγων ἀεὶ τὰ βέλτιστα ὑπὲρ] | |
τῆς πόλεως, [πλείστην τε σπουδὴν καὶ ἐπιμέλειαν ἐ]- | |
5 | ποιήσατο, ὅπως [οἱ πολῖται — — — — — τύχωσι] |
τῆς καθηκούσης φ[ιλανθρωπίας· ὅπως οὖν καὶ ὁ ἡμέτε]- | |
ρος δῆμος εὐχά[ριστος ὢν φαίνηται, τὰς καταξίας] | |
κατὰ δύναμιν τὴν ἑ̣[αυτοῦ χάριτας ἀποδιδοὺς τοῖς] | |
εὐεργέταις, τύχει τεῖ [ἀγαθεῖ δεδόχθαι τεῖ βουλεῖ] | |
10 | καὶ τῶι δήμωι, ἐπαινέσαι [μὲν Φιλότιμον {²τοῦ δεῖνος}²] |
καθ’ ὑοθεσίαν δὲ Τε̣[λεσι]κρά[τευς Ῥόδιον τὸν ἀποστα]- | |
λέντα ἐπί τε τῶν στρατιωτ[ῶν καὶ ἐπὶ τὴν τῆς πό]- | |
λεως ἐπιμέλειαν, καὶ στεφανῶ[σαι χρυσῶι στεφά]- | |
νωι ἀπὸ δραχμῶν πεντακοσίων ἀρε[τῆς ἕνεκεν] | |
15 | καὶ εὐνοίας τῆς εἰς τὸν δεῖμον {²⁶δῆμον}²⁶ τὸν Τηνίων, κ[αὶ ἀ]- |
ναγορεῦσαι αὐτῶι τὸν ἄρχοντα τὴν στεφανηφό[ρον] | |
ἀρχὴν ἔν τε τῶι ἱερῶι τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμ- | |
φιτρίτης, ὅταν τὴν θυσίαν καὶ τὴν [πα]νή[γ]υριν συ[ν]- | |
[τ]ελῆι ἡ πόλις, καὶ ἐν τῶι θεάτρωι Ποσι[δε]ίων καὶ [Δ]ιο[νυ]- | |
20 | σίων τῶι ἀγῶνι τῶν τραγωιδῶν· εἶναι δὲ αὐτὸν κ[αὶ] |
τοὺς ἐκγόνους αὐτῶν {²⁶αὐτοῦ}²⁶ προξένους καὶ εὐεργέτα[ς] | |
τῆς πόλεως, ὑπάρχειν δὲ αὐτοῖς καὶ προεδρίαν ἐ[ν] | |
τοῖς ἀγῶσιν οἷς ἡ πόλις συντελεῖ καὶ πρόσοδον π[ρὸς] | |
τὴν βουλὴν καὶ τὸν δῆμον ἐάν του δέωνται πρ[ώ]- | |
25 | τοις μετ[ὰ] τ[ὰ ἱερά]· ὁ δὲ ταμίας δότω εἰς τὸν [στέ]- |
φανον τὸ προγεγραμμένον διάφορον ἀπὸ [τῶν τῆς] | |
πόλεως προσόδων· ἀναγράψαι δὲ καὶ τὸ [ψήφισμα τό]- | |
δε εἰς στήλην λιθίνην καὶ στῆσαι εἰς [τὸ ἱερὸν τοῦ Πο]- | |
[σ]ειδῶνος καὶ τῆς Ἀμφιτρίτης· ἵνα δ[ὲ καὶ Ῥόδιοι εἰδῶ]- | |
30 | [σ]ιν τὰ ἐψηφισμένα Φιλοτίμωι, τοὺ[ς ἄρχοντας ἀπο]- |
στεῖλαι εἰς Ῥόδον τόδε τὸ ψήφι[σμα σφραγισαμέ]- | |
νους τεῖ δημοσίαι σφραγῖδ[ι]. | |
ἔδοξεν τῆι βουλῆι καὶ [τῶι δήμωι, πρυτάνεων] | |
γνώμη· ἐπειδὴ Ἀ[ρ]ι̣σ̣τ̣[— — — — ἀγγέλλει τὸν] | |
35 | ἐσόμενον ἐπί τε̣ [τῶν στρατιωτῶν — — — καὶ] |
ἐπὶ τῆς πόλ[εως — — — Φιλότιμον {²τοῦ δεῖνος}²], | |
[κα]θ’ ὑοθεσ[ίαν δὲ Τελεσικράτευς Ῥόδιον — — —] | |
․․․ημ[α— — — — —] {²etc.}² |