[ ]
Tenos — 166-146 BC
1 | ἔδοξεν τε[ῖ β]ουλεῖ καὶ τῶι |
δήμωι, πρυτάν[ε]ων γνώμη· ἐπειδὴ | |
Ἰδομενεὺς Τιμακράτευς Ῥόδιος ὁ | |
ἐξαποσταλεὶ[ς] ὑπὸ τοῦ δήμου ἐ- | |
5 | πὶ τὴν διόρθω[σ]ιν τοῦ συμβόλου τοῦ |
πρὸς Ἀχαιοὺς [ἀ]νὴρ ἀγαθός ἐστιν καὶ | |
εὔνους τῶι δήμ̣ωι τῶι Τηνίων, καὶ δι- | |
ατελεῖ χρείας παρεχόμενος καὶ κοι- | |
νεῖ τεῖ πόλει καὶ [ἰδ]ίαι Τηνίων τοῖς ἐν- | |
10 | τυγχάνουσιν αὐ[τ]ῶι, τήν τε ἐπιδημίαν |
καὶ ἀναστροφὴν ἐποιήσατο καλ[ῶς] | |
καὶ εὐλαβῶς καὶ ἀξίως τῆς τε ἡ[μετέ]- | |
ρας πόλεως καὶ τοῦ δήμο[υ τοῦ Ῥοδί]- | |
ων· ὅπως οὖν καὶ ὁ ἡ[μ]έ[τερος δῆμος] | |
15 | φαίνηται τιμῶν τοὺ[ς ἀγαθοὺς ἄνδρας] |
καὶ καταξίας χά[ριτας ἀποδιδοὺς τῶν] | |
εὐεργετημ[άτων, τύχει τεῖ ἀγαθεῖ] | |
[δεδόχθαι {²etc.}² ]. |