[ ] Tenos — 2nd c. BC
1   ἄρχοντος Θρασυδή[μου {²τοῦ δεῖνος}²(?)]
[ἔ]δοξεν τῆι βουλῆι καὶ τῶ[ι] δ[ή]-
μωι, πρυτάνεων γνώμη· ἐπ[ει]-
δὴ Ἀφόβητος Τιμοκράτου Ἄ[ν]δρ[ι]-
5 ος ἀνὴρ ἀγαθός ἐστιν καὶ εὔ[νους]
τῶι δήμωι τῶι Τηνίων, καὶ διατε-
λεῖ χρείας παρεχόμενος καὶ κοιν[εῖ]
τεῖ πόλει καὶ ἰδίαι Τενίων {²⁶Τηνίων}²⁶ τοῖς ἐν-
τυγχάνουσιν αὐτῶι· ἀγαθεῖ τύχει
10 δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι
[ἐ]παινέσαι Ἀφόβητον Τιμοκράτου Ἄν-
δριον καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ
στεφά{φα}νωι {²⁶στεφάνωι}²⁶ τῶι ἱερῶι τοῦ Ποσειδῶ-
νος καὶ τῆς Ἀμφιτρίτης, ἀρετῆς ἕ-
15 νεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δ[ῆ]-
μον τὸν Τηνίων, καὶ ἀναγορεῦσαι
αὐτῶι τὸν στέφανον τὸν ἄρχοντα
τὴν στεφανηφόρον ἀρχὴν ἔν τε τῶι ἱερ[ῶι]
τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτης,
20 ὅταν τὴν θυσίαν καὶ τὴν πανήγυριν
συντελεῖ ἡ πόλις, καὶ ἐν τῶι θεάτρωι Πο-
σιδείων καὶ Διονυσίων τῶι ἀγῶνι τῶν
τραγωιδῶν· εἶναι δὲ αὐτὸν καὶ τοὺς ἐκγό-
νους αὐτοῦ προξένους καὶ εὐεργέτας
25 τῆς πόλεως, δεδόσθαι δὲ αὐτοῖς καὶ πο-
λιτείαν καὶ γῆς καὶ οἰκίας ἔγκτησιν, προ[σ]-
γραψαμένοις πρὸς φυλὴν καὶ φρατρίαν ἣ[ν]
ἂν βούλωνται, καὶ προεδρίαν ἐν τοῖς ἀγῶ-
σιν οἷς συντελεῖ ἡ πόλις, καὶ πρόσοδον πρὸ[ς]
30 τὴν βουλὴν καὶ τὸν δῆμον ἐάν του δέων-
ται πρώτοις μετὰ τὰ ἱερά· ἀναγράψαι δὲ
καὶ τὸ ψήφισμα τόδε εἰς στήλην λιθί-
νην καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶ-
νος καὶ τῆς Ἀμφιτρίτης.
Search Help