[ ] Tenos — 2nd c. BC
See also:
A.1 ἀγαθεῖ τύχει. ἄρχοντος Ἀγαθί[ωνος], μη̣νὸς Βουφονιῶνος πέμπτη[ι]
ἐπὶ δέκα· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι, πρυτάνεων γν[ώ]μ[η]·
ἐπειδὴ Ἀπολλώνιος Ἱεροκλέους Μιλήσιος ἰατρὸς ὑπά̣[ρχων]
ἔν τε τοῖς πρ[ότ]ερον χρόνοις π[ολλ][ς ἀποδείξεις ποιησάμενος]
5 καὶ κατὰ τὴν τέχνην καὶ κατὰ τὴν λ[οιπ]ὴν [ε]ὔνοιαν [ἄξιον]
ἑαυτὸν παρέσχετο τ[ῶν] ψηφισθέ[ντων αὐτῶι ὑπὸ τοῦ δήμου φι]-
λανθρώπων, ἀποδημῶ[ν τε] καὶ δημοσιεύων ἐ[ν ἄλλαις νήσοις ἐ]-
κτενῆ καὶ πρόθυμον ὁμοίως ἑαυτὸν παρείχετο [κατά τε τὴν τέχνην]
καὶ κατὰ τὴν λοιπὴν εὔνοιαν πᾶσι τοῖς ἐντυγχ[άνουσιν, ἀρρώσ]-
10 των τε πλεόνων παραγενομένων εἰς τὴν ἡμ[ετέραν πόλιν ἐπελ]-
θὼν ἐπὶ τὴν ἐκκλησίαν [ἐ]π[η]γ[γε]ίλ[α]το [π]ρ[ό]τερ[όν τε δωρεὰν λει]-
τουργήσειν τὴν ἑξάμηνον τὴν ἐπ’ ἄ[ρχον]το[ς {²τοῦ δεῖνος}²],
καὶ τοῦτο ποιήσαντος αὐτοῦ φιλοτίμως καὶ ἐκτεν̣[ῶς πολλούς τε]
σώισαντος ἐγ μεγάλων ἀρρωστιῶν Κ․․․Ο․#⁷․․Ι[․․ ἐστεφανώθη]·
15 νῦν τε λαμβάνων τὸ δημόσιον [ἔρ]γ[ο]ν [παρὰ τῆς πόλεως καὶ λοιμοῦ]
καινοῦ περιεστηκότος ἐπικινδύνου ἅπ[αντας τοὺς] νησ[ιώτας, τὸν δῆ]-
μον οὐκ ὠι[ήθ]η δ[ε][ν] κατ[αλι]π̣εῖ[ν], ἀλλὰ σ[π]ουδ̣[άζων(?) δ]ι[ετέ]λ[ει δη]-
μοσίαι, καὶ παρεχόμενος ἑαυτὸν πᾶσιν ἀπροφάσιστον καὶ [ἀκόλουθον]
τεῖ ἐξ ἀρχῆς αἱρέσει· ὅπως οὖν καὶ ὁ δῆμος ὁ ἡμέτερος φαίνητ[αι]
20 τιμῶν τοὺς ἀξίους τῶν ἀνδρῶν γε[νομένους] κατὰ τὴν δύναμιν [τὴν]
ἑαυτοῦ, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι, εἶναι μὲν αὐτῶι κυρ[ίας]
καὶ τὰς πρότερον ἐψηφισμένας παρ’ ἡμῖν τιμὰς καὶ δωρεάς, ἐπαι[νέ]-
σαι δὲ καὶ νῦν Ἀπολλώνιον Ἱεροκλέους Μιλήσιον ἐπὶ τοῖς προει[ρη]-
μένοις καὶ παρακαλεῖν αὐτὸν καὶ εἰς τὸ λοιπὸν τὴν αὐτὴν ἔχειν
25 προαίρεσιν, εἰδότα, ὅτι ὁ ἡμέτερος δῆμος μνημονεύσει τῶν ἑ-
αυτὸν εὐεργετησάντων· στεφανῶσαι δὲ αὐτὸν καὶ θαλλοῦ
στεφάνωι τῶι ἱερῶι τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτης ἀ-
ρετῆς ἕνεκεν καὶ εὐνοίας ἣν ἔχων διατελεῖ περὶ τὸν ἡμέτερον
δῆμον· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε εἰς στήλην λιθί-
30 νην καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμφιτρί-
της.
B.32 ἀγαθεῖ τύχει. ἐφ’ ἱερέως ἐν Ῥόδωι Αὐτοκράτευς, μηνὸς Σμινθίου, ἐν δ[ὲ]
Τήνωι ἄρχοντος Χαριππίδου, μηνὸς Ἀπατουριῶνος ἕκτει ἱσταμένου,
ἔδοξεν τοῖς συνέδροις τῶν Νησιωτῶν· οἱ προστάται προέγραψαν· Ἀπ[ολ]-
35 λώνιος Ἱεροκλέους Μιλήσιος ἰατρὸς ὑπάρχων καὶ ποιησάμενος ἀ[πο]-
δείξεις κατά τε τὴν τέχνην καὶ κατὰ τὴν λοιπὴν εὔνοιαν ἐπὶ τοὺς
Νησιώτας, ἐπαίνων καὶ στεφάνων ἠξιώθη καὶ τῶν λοιπῶν τι-
μῶν, ἔν τε τοῖς μετὰ ταῦτα χρόνοις διατετέλεκεν ἀκόλουθον [ἑαυ]-
τὸν παρεχόμενος τεῖ ἐξ ἀρχῆς αἱρέσει, περιστάντων δὲ π[αθῶν <ἐν>]-
40 δήμων κατὰ κοινὸν τοὺς Νησιώτας, παραμεμένηκεν ἐπὶ [τῶν]
τόπων, καὶ πᾶσι τοῖς προσδεηθεῖσιν αὐτοῦ καὶ κατὰ τὴν τ[έχνην]
καὶ κατὰ τὴν λοιπὴν εὔνοιαν ἀπροφάσιστον ἑαυτὸν παρ[έσχε]-
[το, σ]π[ο]υδ̣ῆς καὶ φιλοτιμίας οὐδὲ[ν] ἐλλείπων, καὶ τεθεράπευται πο[λλοὺς]
[ἀσθενοῦντας ἐν τεῖ χώραι τεῖ ἡμε]τέραι, περὶ πλέονος ποιούμενος τὴν [τῶν]
45 [νοσούντων σωτηρίαν τοῦ ἰδίου συμφέροντο]ς· ἔν τε τοῖς ἄλλοις ἀνέσ-
[τραπται καλῶς καὶ ἀξίως τῶν τε Νησιωτῶν καὶ] τῆς ἰδίας πατρίδο[ς]·
[ὅπως οὖν καὶ οἱ Νησιῶται φαίνωνται τοὺς καλοὺς τῶν ἀνδρ]ῶν τιμῶν[τες]
[ταῖς καταξίαις τιμαῖς, — —] {²etc.}²
Search Help
Contact Us