A.1 | ἀγαθεῖ τύχει. ἄρχοντος Ἀγαθί[ωνος], μη̣νὸς Βουφονιῶνος πέμπτη[ι] |
ἐπὶ δέκα· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι, πρυτάνεων γν[ώ]μ[η]· | |
ἐπειδὴ Ἀπολλώνιος Ἱεροκλέους Μιλήσιος ἰατρὸς ὑπά̣[ρχων] | |
ἔν τε τοῖς πρ[ότ]ερον χρόνοις π[ολλ]ὰ[ς ἀποδείξεις ποιησάμενος] | |
5 | καὶ κατὰ τὴν τέχνην καὶ κατὰ τὴν λ[οιπ]ὴν [ε]ὔνοιαν [ἄξιον] |
ἑαυτὸν παρέσχετο τ[ῶν] ψηφισθέ[ντων αὐτῶι ὑπὸ τοῦ δήμου φι]- | |
λανθρώπων, ἀποδημῶ[ν τε] καὶ δημοσιεύων ἐ[ν ἄλλαις νήσοις ἐ]- | |
κτενῆ καὶ πρόθυμον ὁμοίως ἑαυτὸν παρείχετο [κατά τε τὴν τέχνην] | |
καὶ κατὰ τὴν λοιπὴν εὔνοιαν πᾶσι τοῖς ἐντυγχ[άνουσιν, ἀρρώσ]- | |
10 | των τε πλεόνων παραγενομένων εἰς τὴν ἡμ[ετέραν πόλιν ἐπελ]- |
θὼν ἐπὶ τὴν ἐκκλησίαν [ἐ]π[η]γ[γε]ίλ[α]το [π]ρ[ό]τερ[όν τε δωρεὰν λει]- | |
τουργήσειν τὴν ἑξάμηνον τὴν ἐπ’ ἄ[ρχον]το[ς {²τοῦ δεῖνος}²], | |
καὶ τοῦτο ποιήσαντος αὐτοῦ φιλοτίμως καὶ ἐκτεν̣[ῶς πολλούς τε] | |
σώισαντος ἐγ μεγάλων ἀρρωστιῶν Κ․․․Ο․#⁷․․Ι[․․ ἐστεφανώθη]· | |
15 | νῦν τε λαμβάνων τὸ δημόσιον [ἔρ]γ[ο]ν [παρὰ τῆς πόλεως καὶ λοιμοῦ] |
καινοῦ περιεστηκότος ἐπικινδύνου ἅπ[αντας τοὺς] νησ[ιώτας, τὸν δῆ]- | |
μον οὐκ ὠι[ήθ]η δ[ε]ῖ[ν] κατ[αλι]π̣εῖ[ν], ἀλλὰ σ[π]ουδ̣[άζων(?) δ]ι[ετέ]λ[ει δη]- | |
μοσίαι, καὶ παρεχόμενος ἑαυτὸν πᾶσιν ἀπροφάσιστον καὶ [ἀκόλουθον] | |
τεῖ ἐξ ἀρχῆς αἱρέσει· ὅπως οὖν καὶ ὁ δῆμος ὁ ἡμέτερος φαίνητ[αι] | |
20 | τιμῶν τοὺς ἀξίους τῶν ἀνδρῶν γε[νομένους] κατὰ τὴν δύναμιν [τὴν] |
ἑαυτοῦ, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι, εἶναι μὲν αὐτῶι κυρ[ίας] | |
καὶ τὰς πρότερον ἐψηφισμένας παρ’ ἡμῖν τιμὰς καὶ δωρεάς, ἐπαι[νέ]- | |
σαι δὲ καὶ νῦν Ἀπολλώνιον Ἱεροκλέους Μιλήσιον ἐπὶ τοῖς προει[ρη]- | |
μένοις καὶ παρακαλεῖν αὐτὸν καὶ εἰς τὸ λοιπὸν τὴν αὐτὴν ἔχειν | |
25 | προαίρεσιν, εἰδότα, ὅτι ὁ ἡμέτερος δῆμος μνημονεύσει τῶν ἑ- |
αυτὸν εὐεργετησάντων· στεφανῶσαι δὲ αὐτὸν καὶ θαλλοῦ | |
στεφάνωι τῶι ἱερῶι τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτης ἀ- | |
ρετῆς ἕνεκεν καὶ εὐνοίας ἣν ἔχων διατελεῖ περὶ τὸν ἡμέτερον | |
δῆμον· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε εἰς στήλην λιθί- | |
30 | νην καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμφιτρί- |
της. | |
B.32 | ἀγαθεῖ τύχει. ἐφ’ ἱερέως ἐν Ῥόδωι Αὐτοκράτευς, μηνὸς Σμινθίου, ἐν δ[ὲ] |
Τήνωι ἄρχοντος Χαριππίδου, μηνὸς Ἀπατουριῶνος ἕκτει ἱσταμένου, | |
ἔδοξεν τοῖς συνέδροις τῶν Νησιωτῶν· οἱ προστάται προέγραψαν· Ἀπ[ολ]- | |
35 | λώνιος Ἱεροκλέους Μιλήσιος ἰατρὸς ὑπάρχων καὶ ποιησάμενος ἀ[πο]- |
δείξεις κατά τε τὴν τέχνην καὶ κατὰ τὴν λοιπὴν εὔνοιαν ἐπὶ τοὺς | |
Νησιώτας, ἐπαίνων καὶ στεφάνων ἠξιώθη καὶ τῶν λοιπῶν τι- | |
μῶν, ἔν τε τοῖς μετὰ ταῦτα χρόνοις διατετέλεκεν ἀκόλουθον [ἑαυ]- | |
τὸν παρεχόμενος τεῖ ἐξ ἀρχῆς αἱρέσει, περιστάντων δὲ π[αθῶν <ἐν>]- | |
40 | δήμων κατὰ κοινὸν τοὺς Νησιώτας, παραμεμένηκεν ἐπὶ [τῶν] |
τόπων, καὶ πᾶσι τοῖς προσδεηθεῖσιν αὐτοῦ καὶ κατὰ τὴν τ[έχνην] | |
καὶ κατὰ τὴν λοιπὴν εὔνοιαν ἀπροφάσιστον ἑαυτὸν παρ[έσχε]- | |
[το, σ]π[ο]υδ̣ῆς καὶ φιλοτιμίας οὐδὲ[ν] ἐλλείπων, καὶ τεθεράπευται πο[λλοὺς] | |
[ἀσθενοῦντας ἐν τεῖ χώραι τεῖ ἡμε]τέραι, περὶ πλέονος ποιούμενος τὴν [τῶν] | |
45 | [νοσούντων σωτηρίαν τοῦ ἰδίου συμφέροντο]ς· ἔν τε τοῖς ἄλλοις ἀνέσ- |
[τραπται καλῶς καὶ ἀξίως τῶν τε Νησιωτῶν καὶ] τῆς ἰδίας πατρίδο[ς]· | |
[ὅπως οὖν καὶ οἱ Νησιῶται φαίνωνται τοὺς καλοὺς τῶν ἀνδρ]ῶν τιμῶν[τες] | |
[ταῖς καταξίαις τιμαῖς, — —] {²etc.}² |
IG XII,5
824