[ ] Tenos — 2nd c. BC
1 [— — — — — — — — — — — — — — — — — περὶ]
[δ]ὴ τούτων, τύχηι τεῖ ἀγαθεῖ δεδ[όχθαι τῶι] δήμωι, [ἐπαι]-
νέσαι Χαρῖνον Χαρίνου Μινωήτην [καὶ στεφανῶσαι] τῶ[ι ἐ]-
κ τοῦ νόμου στεφάνωι ἀρετῆς ἕνεκεν [καὶ φι]λοτι[μίας]
5 τῆς εἰς τὴμ πόλιν, καὶ ἀναγορεῦσαι αὐτῶι τὸν στέφ[α]-
νον τὸν ἄρχοντα τὴν στεφανηφόρον ἀρχὴν ἐν τῶι [θε]-
άτρωι Ποσιδείων καὶ Διονυσίων τῶι ἀγῶνι τῶν τραγῳ{δ}-
[δῶ]ν· εἶναι δὲ αὐτὸν καὶ ἐκγόνους προξένους καὶ εὐερ{γέ}-
[δῶ]ν {²⁶τραγῳδῶν}²⁶· εἶναι δὲ αὐτὸν καὶ ἐκγόνους προξένους καὶ εὐερ{γέ}-
10 [γ]έτας {²⁶εὐεργέτας}²⁶ τῆς πόλεως τῆς Τηνίων· δεδό[σθαι] δὲ αὐτοῖς [πα]-
[R]A\ TOU= DH/MOU KAI\ POLITEI/AN KAI\ GH=S KAI\ OI)KI/AS E)/NKTH-
σιν καὶ πρὸς φυλὴν καὶ φρατρίαν προσγρά[ψ]α[σθαι ὁπ]οίαν
ἂμ βούλων[τα]ι, καὶ ἐμ πολέμωι εἰρήνην καὶ [ἐν] σ[ύλωι ἀ]-
[σ]υλίαν, καὶ προ[εδ]ρίαν ἐν τοῖς ἀγῶσιν οἷς ἡ πόλις συντε-
λεῖ, καὶ πρόσοδο[μ] πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον
15 ἐάν του δέω[ν]ται πρώ[τ]οις μετὰ τὰ ἱερά· τὴν δὲ βουλ[ὴν καὶ τοὺς]
στρατηγοὺς το[ὺς ἐν τ]έλει ὄντας ἐπιμελεῖσθαι ὅ[πως κύρια ἦι]
[τὰ ἐψηφισμένα τῶ]ι δήμωι ὑπ[έρ τε Χαρίνου καὶ τῶν]
[ἐκγόνων αὐτοῦ· τὸ δὲ ψήφ]ισμ[α τόδε — — — —].
Search Help
Contact Us