[ ]
Tenos — 2nd c. BC
1 | [— — — — — — — — — — — — — — — — — περὶ] |
[δ]ὴ τούτων, τύχηι τεῖ ἀγαθεῖ δεδ[όχθαι τῶι] δήμωι, [ἐπαι]- | |
νέσαι Χαρῖνον Χαρίνου Μινωήτην [καὶ στεφανῶσαι] τῶ[ι ἐ]- | |
κ τοῦ νόμου στεφάνωι ἀρετῆς ἕνεκεν [καὶ φι]λοτι[μίας] | |
5 | τῆς εἰς τὴμ πόλιν, καὶ ἀναγορεῦσαι αὐτῶι τὸν στέφ[α]- |
νον τὸν ἄρχοντα τὴν στεφανηφόρον ἀρχὴν ἐν τῶι [θε]- | |
άτρωι Ποσιδείων καὶ Διονυσίων τῶι ἀγῶνι τῶν τραγῳ{δ}- | |
[δῶ]ν· εἶναι δὲ αὐτὸν καὶ ἐκγόνους προξένους καὶ εὐερ{γέ}- | |
[δῶ]ν {²⁶τραγῳδῶν}²⁶· εἶναι δὲ αὐτὸν καὶ ἐκγόνους προξένους καὶ εὐερ{γέ}- | |
10 | [γ]έτας {²⁶εὐεργέτας}²⁶ τῆς πόλεως τῆς Τηνίων· δεδό[σθαι] δὲ αὐτοῖς [πα]- |
[ρ]ὰ τοῦ δήμου καὶ πολιτείαν καὶ γῆς καὶ οἰκίας ἔνκτη- | |
σιν καὶ πρὸς φυλὴν καὶ φρατρίαν προσγρά[ψ]α[σθαι ὁπ]οίαν | |
ἂμ βούλων[τα]ι, καὶ ἐμ πολέμωι εἰρήνην καὶ [ἐν] σ[ύλωι ἀ]- | |
[σ]υλίαν, καὶ προ[εδ]ρίαν ἐν τοῖς ἀγῶσιν οἷς ἡ πόλις συντε- | |
λεῖ, καὶ πρόσοδο[μ] πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον | |
15 | ἐάν του δέω[ν]ται πρώ[τ]οις μετὰ τὰ ἱερά· τὴν δὲ βουλ[ὴν καὶ τοὺς] |
στρατηγοὺς το[ὺς ἐν τ]έλει ὄντας ἐπιμελεῖσθαι ὅ[πως κύρια ἦι] | |
[τὰ ἐψηφισμένα τῶ]ι δήμωι ὑπ[έρ τε Χαρίνου καὶ τῶν] | |
[ἐκγόνων αὐτοῦ· τὸ δὲ ψήφ]ισμ[α τόδε — — — —]. |