[ ] Tenos — 2nd c. BC
1 ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι,
Κλεοφῶν Τιμησίου Κλυμενεὺς
εἶπεν· ἐπειδὴ Ἀκουσίλας Σωτά-
δα Γορτύνιος ἀνὴρ ἀγαθός ἐστιν
5 καὶ εὔνους τῶι δήμωι τῶι Τηνί-
ων καὶ διατελεῖ χρείας παρεχό-
μενος καὶ κοινεῖ τῆι πόλει καὶ
ἰδίαι Τηνίων τοῖς ἐντυγχά-
νουσιν αὐτῶι, δεδόχθαι τεῖ
10 βουλεῖ καὶ τῶι δήμωι, ἐπαινέ-
σαι Ἀκουσίλα̣ν Σωτάδα〚ν̣〛 Γορ-
τύνιον καὶ στεφανῶσαι θαλλοῦ
στεφάνωι κατὰ τὸν νόμον, ἀρετῆς
ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν
15 δῆμον τὸν Τηνίων· εἶναι δὲ αὐ-
τὸν καὶ τοὺς ἐκγόνους αὐτοῦ
προξένους καὶ εὐεργέτας
τῆς πόλεως, δεδόσθαι δὲ αὐ-
τοῖς καὶ πολιτείαν καὶ γῆς κ[αὶ]
20 οἰκίας ἔγκτησιν, προσγραψα-
μένοις πρὸς φυλὴν καὶ φρατρί-
αν ἣν ἂν βούλωνται, καὶ προε-
δρίαν ἐν τοῖς ἀγῶσιν οἷς ἡ πόλις
συντελεῖ, καὶ πρόσοδον πρὸς
25 τὴν βουλὴν καὶ τὸν δῆμον, ἐάν
του δέωνται, πρώτοις μετὰ τὰ
ἱερά· ἀναγράψαι δὲ καὶ τὸ ψή-
φισμα τόδε εἰς στήλην λιθί-
νην καὶ στῆσαι εἰς τὸ ἱερὸν
30 τοῦ Ποσειδῶνος καὶ τῆς
Ἀμφιτρίτης.
Search Help