[ ] Tenos — 2nd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, Σύμ-
μαχος Συ[μ]μάχου Ἐσχα̣τιώτης εἶπεν·
ἐπειδὴ Διομήδη̣ς Πρώ[τ]ωνος Θ̣ρυήσιο[ς]
ἀνὴρ ἀγα̣θ̣[ό]ς ἐστιν ἐμ πᾶσιν, γυμνασι-
5 αρχῶν τε ἐ̣ν τ[ῶ]ι πα̣ρεληλυθ̣ότι ἐνια[υ]-
τῶι, καλῶ̣ς καὶ εὐσχημό[ν]ω̣ς τὰ κατὰ
τὴν ἀρχὴν διεξή[γ]αγεν πάν[τα], σπουδῆ̣[ς]
καὶ φιλοτιμία̣[ς] οὐθὲν̣ [ἐ]λλ̣είπω[ν], τίθησ̣ί
τε ἀγῶνα τοῖς̣ ν̣έ̣οις κ̣α̣ὶ θύσα[ς τ]ῶι Ἑρμῆ̣ι
10 [κ]αὶ τῶι Ἡρακλε̣ῖ [κ]αὶ καλλιερήσ̣α̣ς [π]αρεκά̣-
λ̣εσε τ[ο]ὺς [π]ο[λ]ίτα̣[ς πάντας] κ̣[αὶ το]ὺς πα̣ρ̣[ε]-
π̣ιδημο[ῦ]ν̣[τα]ς ξ̣έ̣[ν]ο̣υ[ς ἐπὶ] τὰ ἱε̣[ρὰ] καὶ τὰ[ς]
[σ]πονδάς, τὴν̣ πᾶσα̣ν [πρόν]οια̣ν̣ [καὶ] φ̣ιλοδο̣-
[ξ]ίαν καὶ ἐν τούτωι τ[ε][πό]λ̣ε̣ι πρ̣οσενεγκ[ά]-
15 μενος· ὅπως ο[ὖ]ν ἐφάμ[ιλλ]ο[ν] εἶ πᾶσι τοῖς
[γ]υμνασια̣[ρ]χοῦ[σιν] κ[αὶ τοῖς ἀε]ὶ γινομένοις
[ἀ]νδράσιν ἀ̣γαθ[ο]ῖς κ[αὶ προθύμο]ις εἰς̣ τοὺς α[ὑ]-
τῶν πολίτας ἀπο[λαύειν τ]ῆ̣ς παρὰ τοῦ δή-
[μ]ο̣[υ] χάριτος, δε[δόχθα]ι τ[ῆι] βουλῆι καὶ τῶ[ι]
20 [δ]ή̣μ̣ω̣ι̣· ἐπαινέσ[α]ι Δ̣ιομ̣[ή]δ̣η̣[ν] Π̣ρώτωνο[ς]
[καὶ στεφανῶσαι αὐτὸν θ]α̣λλοῦ στ[εφά]ν̣ωι ἀρε[τῆς]
[ἕνεκεν καὶ εὐνοίας καὶ φ]ιλ̣οδο̣ξίας {²etc.}²
Search Help