[ ]
Tenos
1 | — — — — — —ου δια[— — — — — — — — — ὥσ]- |
[τ]ε δεῖν αὐτὸ δέξασθαι τοὺς ἐν ταῖς Ι— — — — — | |
․․ΛΛ#⁷ΙΣ πολλὴν ἔσχον ἂν τοὺς σι[τώνας(?) — — — —] | |
τος διὰ τοὺς κολ[λύ]βους, [τῶμ] πωλού[ντων τὸν σῖτον ἀντὶ ἑκα]- | |
5 | [τ]ὸν δραχμῶν τοῦ Ῥοδίου ἀργυρίου οὐκ [ἔλαττον ἀπαιτούντων] |
ἑκατὸν καὶ πέντε δραχμῶν, τῶν τ[ε(?) — — — — — — —] | |
․․ων, ἀξιωθεὶς ὑπὸ τῶν συνέδρων τὴν [— —, βουλόμε]- | |
[νο]ς ἐν πᾶσιν εὐχαριστεῖν, οὐκ ἐπράξατο [οὐδένα κόλλυ]- | |
[βον] τῶι ἀργυρίωι τούτωι, ἀλλὰ προσεδέ[ξατο αὐτὸ ἀκολ]- | |
10 | [λ]ύβιστον, καὶ περιεποίησε τοῖς [Ν]ησ[ι]ώταις [— — — δραχ]- |
[μά]ς, ἀκόλουθα πράττων τ[ῆι] πρὸς [τὸ] κοινὸν τῶν [Νησιωτῶν] | |
[ε]ὐνοίαι· ὅπως οὖν καὶ οἱ σ[ύ]νεδρ[οι φ]αίνωντα[ι χάριτας ἀξί]- | |
[α]ς ἀποδιδόντες τοῖς [εὐ]ε[ργ]ετεῖν προαιρο[υμένοις τὸ κοι]- | |
[ν]ὸν τῶν Νησιωτῶν, τύχηι τ[ῆι] ἀγαθῆι, δεδόχθ[αι τοῖς συνέδ]- | |
15 | [ρο]ις, ἐπαινέσαι Τίμωνα Νυμφοδώρου Συρα[κόσιον], |
[καὶ] στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι τ[ῶι μεγίστωι] | |
[ἐ]κ τοῦ νόμου ἀρετῆς ἕνεκεν καὶ εὐνοίας, [ἧς ἔχων] | |
[δι]ατελεῖ εἰς τὸ κοινὸν τῶν Νησιωτῶν· εἶναι δ[ὲ αὐτὸν καὶ] | |
[ἐκ]γόνο[υ]ς προξένους καὶ εὐεργέτας τοῦ κοινοῦ [τῶν νησι]- | |
20 | [ω]τῶν, καὶ πρόσοδον αὐτοῖς ὑπάρχειν πρὸς τὸ συν[έδριον, ἐ]- |
[άν] του δέωνται· καλέσαι δὲ αὐτὸν καὶ ἐπὶ τὰ ἱερὰ [καὶ θυσίαν] | |
[πᾶ]σαν, ἣν συντελοῦσιν οἱ σύνεδροι τοῖς θεοῖς ὑ[πὲρ τύχης] | |
[καὶ] σωτηρίας τῶν Νησιωτῶν· ἵνα δὲ καὶ πάν[τες εἰδῶσιν], | |
[ἣ]ν ἔ[χει] αἵρεσιν τὸ κοινὸν τῶν Νησιωτῶν πρὸς τοὺς [εὐεργέ]- | |
25 | [τας]. ἀναγράψαι τόδε τὸ ψήφισμα τὸν ταμί[α]ν Εὐ[φ]ραῖον εἰ[ς στήλας] |
[δύο], καὶ ἀνα[θ]εῖναι τὴν μὲν ἐ<ν> Δ[ή]λ[ω]ι εἰς τὸ [ἱ]ερὸν [τοῦ Ἀπόλλωνος], | |
[τὴ]ν δὲ ἐν Τήνωι εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶνος [καὶ τῆς Ἀμφιτρίτης]· | |
[ἑλ]έσθαι δὲ καὶ πρεσβευτὰς πρὸς Δηλίο[υς, οἳ αἰτήσονται τεῖ] | |
[σ]τήλει τό[π]ον· ἀπὸ δὲ τῶν προσόδων ἃ[ς περιπεποίηκε Τίμων(?) δότω ὁ τα]- | |
30 | [μίας] Εὐ[φ]ραῖος τὸ εἰς τὰς στήλας καὶ Τίμων[ι τὸ εἰς τὸν χρυσοῦν] |
στέφανον ἀργύριον· πρεσβευταὶ εἱρέθ[η]σαν — — — — — — — — — — | |
Πυρράκου Τήνιος, [Θ]αρσαγόρας Πολυκλέους [Σίφ]ν[ι]ος. |