IG XII,5 817
[ ] Tenos
1 — — — — — —ου δια[— — — — — — — — — ὥσ]-
[τ]ε δεῖν αὐτὸ δέξασθαι τοὺς ἐν ταῖς Ι— — — — —
․․ΛΛ#⁷ΙΣ πολλὴν ἔσχον ἂν τοὺς σι[τώνας(?) — — — —]
τος διὰ τοὺς κολ[λύ]βους, [τῶμ] πωλού[ντων τὸν σῖτον ἀντὶ ἑκα]-
5 [τ]ὸν δραχμῶν τοῦ Ῥοδίου ἀργυρίου οὐκ [ἔλαττον ἀπαιτούντων]
ἑκατὸν καὶ πέντε δραχμῶν, τῶν τ[ε(?) — — — — — — —]
․․ων, ἀξιωθεὶς ὑπὸ τῶν συνέδρων τὴν [— —, βουλόμε]-
[νο]ς ἐν πᾶσιν εὐχαριστεῖν, οὐκ ἐπράξατο [οὐδένα κόλλυ]-
[βον] τῶι ἀργυρίωι τούτωι, ἀλλὰ προσεδέ[ξατο αὐτὸ ἀκολ]-
10 [λ]ύβιστον, καὶ περιεποίησε τοῖς [Ν]ησ[ι]ώταις [— — — δραχ]-
[μά]ς, ἀκόλουθα πράττων τ[ῆι] πρὸς [τὸ] κοινὸν τῶν [Νησιωτῶν]
[ε]ὐνοίαι· ὅπως οὖν καὶ οἱ σ[ύ]νεδρ[οι φ]αίνωντα[ι χάριτας ἀξί]-
[α]ς ἀποδιδόντες τοῖς [εὐ]ε[ργ]ετεῖν προαιρο[υμένοις τὸ κοι]-
[ν]ὸν τῶν Νησιωτῶν, τύχηι τ[ῆι] ἀγαθῆι, δεδόχθ[αι τοῖς συνέδ]-
15 [ρο]ις, ἐπαινέσαι Τίμωνα Νυμφοδώρου Συρα[κόσιον],
[καὶ] στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι τ[ῶι μεγίστωι]
[ἐ]κ τοῦ νόμου ἀρετῆς ἕνεκεν καὶ εὐνοίας, [ἧς ἔχων]
[δι]ατελεῖ εἰς τὸ κοινὸν τῶν Νησιωτῶν· εἶναι δ[ὲ αὐτὸν καὶ]
[ἐκ]γόνο[υ]ς προξένους καὶ εὐεργέτας τοῦ κοινοῦ [τῶν νησι]-
20 [ω]τῶν, καὶ πρόσοδον αὐτοῖς ὑπάρχειν πρὸς τὸ συν[έδριον, ἐ]-
[άν] του δέωνται· καλέσαι δὲ αὐτὸν καὶ ἐπὶ τὰ ἱερὰ [καὶ θυσίαν]
[πᾶ]σαν, ἣν συντελοῦσιν οἱ σύνεδροι τοῖς θεοῖς ὑ[πὲρ τύχης]
[καὶ] σωτηρίας τῶν Νησιωτῶν· ἵνα δὲ καὶ πάν[τες εἰδῶσιν],
[ἣ]ν ἔ[χει] αἵρεσιν τὸ κοινὸν τῶν Νησιωτῶν πρὸς τοὺς [εὐεργέ]-
25 [τας]. ἀναγράψαι τόδε τὸ ψήφισμα τὸν ταμί[α]ν Εὐ[φ]ραῖον εἰ[ς στήλας]
[δύο], καὶ ἀνα[θ]εῖναι τὴν μὲν ἐ<ν> Δ[ή]λ[ω]ι εἰς τὸ [ἱ]ερὸν [τοῦ Ἀπόλλωνος],
[τὴ]ν δὲ ἐν Τήνωι εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶνος [καὶ τῆς Ἀμφιτρίτης]·
[ἑλ]έσθαι δὲ καὶ πρεσβευτὰς πρὸς Δηλίο[υς, οἳ αἰτήσονται τεῖ]
[σ]τήλει τό[π]ον· ἀπὸ δὲ τῶν προσόδων ἃ[ς περιπεποίηκε Τίμων(?) δότω ὁ τα]-
30 [μίας] Εὐ[φ]ραῖος τὸ εἰς τὰς στήλας καὶ Τίμων[ι τὸ εἰς τὸν χρυσοῦν]
στέφανον ἀργύριον· πρεσβευταὶ εἱρέθ[η]σαν — — — — — — — — — —
Πυρράκου Τήνιος, [Θ]αρσαγόρας Πολυκλέους [Σίφ]ν[ι]ος.
Search Help
Contact Us