[ ]
Tenos — end 3rd c. BC
{²praescriptum periit}² | |
1 | [— ἐπειδὴ Τίμων Νυμφοδώρου] |
[Συρακόσιος ἀνὴρ ἀγαθός ἐστιν] | |
[περ]ὶ̣ τὸν δῆμον τὸν Τηνίων [καὶ δια]- | |
[τ]ελεῖ χρείας παρεχόμενος κ[αὶ] | |
5 | κοινεῖ τῆι πόλει καὶ ἰδίαι Τηνίων το̣[ῖς] |
ἐντυγχάνουσιν αὐτῶι, ἀγαθε[ῖ] | |
τύχει, δεδόχθαι τῆι βουλεῖ καὶ τῶι | |
δήμωι· ἐπαινέσαι Τίμωνα Νυμφοδώρου | |
Συρακόσιον καὶ στεφανῶσαι τῶι ἐκ τοῦ | |
10 | νόμου στεφάνωι ἀρετῆς ἕνεκεν κ[αὶ] |
εὐνοίας τῆς εἰς τὴν πόλιν· εἶναι δὲ | |
Τίμωνα καὶ τοὺς ἐκγόνους αὐτοῦ προξέ- | |
νους καὶ εὐεργέτας τῆς πόλεως· | |
δεδόσθαι δὲ αὐτοῖς κα[ὶ] πολιτείαν καὶ | |
15 | γῆς και οἰκίας ἔγκτησιν καὶ πρὸς φυλὴν |
[κα]ὶ φ̣ατρίαν προσγράψασθαι ἣν ἂν βού- | |
[λωνται, καὶ] π̣[ρο]ε̣δ̣ρ[ί]α̣ν ἐν τοῖς ἀγῶσιν | |
[οἷς ἡ πόλις συντελῆι, κα]ὶ̣ πρόσοδον πρὸς | |
[τὴν βουλὴν καὶ τὸν δῆμο]ν̣ ἐάν του | |
20 | [δέωνται πρώτοις μετὰ τὰ ἱερά, — —] |
[— — — — — — — — — — — — — — —] |