[ ] Tenos — end 3rd c. BC
  {²praescriptum periit}²
1 [— ἐπειδὴ Τίμων Νυμφοδώρου]
[Συρακόσιος ἀνὴρ ἀγαθός ἐστιν]
[περ]ὶ̣ τὸν δῆμον τὸν Τηνίων [καὶ δια]-
[τ]ελεῖ χρείας παρεχόμενος κ[αὶ]
5 κοινεῖ τῆι πόλει καὶ ἰδίαι Τηνίων το̣[ῖς]
ἐντυγχάνουσιν αὐτῶι, ἀγαθε[ῖ]
τύχει, δεδόχθαι τῆι βουλεῖ καὶ τῶι
δήμωι· ἐπαινέσαι Τίμωνα Νυμφοδώρου
Συρακόσιον καὶ στεφανῶσαι τῶι ἐκ τοῦ
10 νόμου στεφάνωι ἀρετῆς ἕνεκεν κ[αὶ]
εὐνοίας τῆς εἰς τὴν πόλιν· εἶναι δὲ
Τίμωνα καὶ τοὺς ἐκγόνους αὐτοῦ προξέ-
νους καὶ εὐεργέτας τῆς πόλεως·
δεδόσθαι δὲ αὐτοῖς κα[ὶ] πολιτείαν καὶ
15 GH=S KAI OI)KI/AS E)/GKTHSIN KAI\ PRO\S FULH\N
[κα]ὶ φ̣ατρίαν προσγράψασθαι ἣν ἂν βού-
[λωνται, καὶ] π̣[ρο]ε̣δ̣ρ[ί]α̣ν ἐν τοῖς ἀγῶσιν
[οἷς ἡ πόλις συντελῆι, κα]ὶ̣ πρόσοδον πρὸς
[τὴν βουλὴν καὶ τὸν δῆμο]ν̣ ἐάν του
20 [δέωνται πρώτοις μετὰ τὰ ἱερά, — —]
[— — — — — — — — — — — — — — —]
Search Help
Contact Us