IG XII,5 802
[ ] Tenos — 3rd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ [τῶι δ]ή̣μ̣ωι, Φιλ[έται]-
ρος ἐπεστάτει, Θρασυμήδης εἶπεν· ἐπειδὴ
․․․․ιος ἀποσταλεὶς θεωρὸς ὑπὸ προσ-
[τατῶ]ν ὥστε ἀπαγγεῖλαι τὴν ἀσυλίαν
5 [․․․․ίοι]ς τὴν τοῦ ἱεροῦ τοῦ Ποσειδῶνος
[κατὰ] τὰς μαντείας τῆς Πυθίας ἀναγγέλ-
λ[ε]ι Νυμφαῖον τὸμ Βυζάντιον πᾶσαν
[χ]ρείαν παρεσχῆσθαι πρὸς τὴν ἐπαν-
γελίαν ἐν τῶι δήμωι τῶ[ι τε θεῶι] καὶ αὑτῶι,
10 τύχηι ἀγαθῆι, ἐπαινέσ[αι μὲν] Νυμφ[αῖον Ἀ]-
θηναίωνος Βυζάντι[ον ἀρετῆς ἕνεκα καὶ]
[εὐ]νοίας ἣν ἔ[χ]ων διατ[ελεῖ περὶ τὸ ἱε]-
[ρ]ὸν καὶ τὴμ πόλιν, κα̣[ὶ εἶναι αὐτὸν πρό]-
[ξ]ενον καὶ εὐ[εργέτην τῆς πόλεως καὶ αὐ]-
15 [τὸν καὶ το][ς ἐκγόνους], καὶ δεδό[σθαι]
[αὐτοῖς γῆς καὶ οἰκία]ς ἔγκτησιν καὶ [πολι]-
[τείαν, καὶ] πρὸς φυλὴν καὶ φρατρίαν [προσ]-
[γράψ]ασ[θ]αι, ἣν ἂν βούλωνται, καὶ ἐμ πολέ-
μωι εἰρήνην καὶ ἐν σύλοις ἀσυλίαν, κα[ὶ δί]-
20 κας προδίκους, καὶ πρόσοδομ πρὸς τὴν β[ου]-
λὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά,
καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν οἷς ἡ πόλι[ς]
τίθησιν· στεφανῶσαι δ’ αὐτὸν καὶ τῶι στε-
φάνωι τῶι ἐκ τοῦ νόμου, καὶ ἀναγορεῦσαι
25 τὸν στέφανον τῶι ἀγῶνι τῶν Ποσιδείων·
ὅπως δὲ καὶ κύρια ἦι τὰ ἐψηφισμένα τῶι δή-
μωι ὑπέρ τε Νυμφαίου καὶ τῶν ἐκγόνων αὐ-
τοῦ εἰς πάντα τὸν χρόνον, ἐπιμελεῖσθαι
τοὺς στρατηγοὺς καὶ τοὺς βουλευτὰς τοὺς
30 ἀεὶ ἄρχοντας, ἄν του δέωνται Νυμφαῖος κα[ὶ] <οἱ>
ἔκγονοι [αὐ]τοῦ· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα
τόδε τὸν γραμματέα τῆς βουλῆς καὶ τοῦ [δή]-
μου εἰς στήλην καὶ στῆσαι εἰς τὸ ἱερὸν [τοῦ Πο]-
σειδῶνος, ἵν’ εἰδῶσι πάντες, ὅτι ὁ δῆμος [ὁ Τηνίων]
35 ἐπίσταται χάριτας ἀποδιδόναι [τοῖς τιμῶσιν]
τὸ ἱερὸν τοῦ Ποσειδῶνος καὶ [<τῆς> Ἀμφιτρίτης· εἰς δὲ]
τὴν ἀναγραφὴν καὶ τὴ[ν ἀνάθεσιν τῆς στήλης]
τὸ ἀνάλωμα δότω ὁ τ[οῦ δήμου ταμίας ἐκ τῶν εἰς τὰ]
κατὰ ψηφίσμα[τα ἀναλισκομένων].
Search Help
Contact Us