[ ] Tenos — 3rd c. BC
[— — — —, καὶ διατελεῖ]
[χρείας παρεχόμενος καὶ κοινῆι]
1 [τῆι πόλει καὶ ἰδίαι Τηνίων τοῖς]
ἐντυγχ[άνουσι]ν αὐτῶι, [δεδόχθαι]
τῶι δήμωι, ἐπαινέσαι Χα[ρῖνον Ἀρι]-
στοδήμου Ἀθη[ν]αῖον καὶ σ[τεφανῶ]-
5 σαι τῶι ἐκ τοῦ νόμου στεφάνωι [ἀρε]-
τῆς ἕνεκεν καὶ εὐνοίας ἣν ἔχων
διατελεῖ πρὸς [τ][ν] δῆμον τὸν Τη-
νίω̣[ν], καὶ ἀναγορεῦσαι αὐτῶι τὸν
στέφανον Διονυσίων τῶι ἀ[γῶνι]
10 τῶν τραγωιδῶν· εἶναι δὲ αὐτὸν [καὶ]
ἐκγόνους προξένους καὶ εὐεργέ-
τας τῆς πόλεως τῆς Τηνίων, δεδό-
σθαι δὲ αὐτοῖς παρὰ τοῦ δήμου κα[ὶ]
πολιτείαν καὶ γῆς καὶ οἰκίας ἔγκτη-
15 σιν καὶ πρόσοδομ πρὸς τὴν βουλὴν καὶ
τὸν δῆμον, ἐάν του δέωνται, πρώτοις
μετὰ τὰ ἱερά, καὶ ἐμ πολέμωι εἰρήνην
καὶ ἐν σύλωι ἀσυλίαν, καὶ προεδρί-
αν ἐν τοῖς ἀγῶσιν οὓς ἡ πόλις τίθησι·
20 τὴν δὲ βουλὴν καὶ τοὺς στρατηγοὺς
καὶ τοὺς ἄρχοντας ἐπιμελεῖσθαι, ὅ-
πως ἦι κύρια τὰ ἐψηφισμένα τῶι δήμωι
ὑπέρ τε Χαρίνου καὶ τῶν ἐκγόνων αὐ-
τοῦ· τὸ δὲ ψήφισμα τόδε ἀναγραψάτω
25 ὁ γραμματεὺς τῆς βουλῆς εἰς στήλην
λιθίνην καὶ στησάτω εἰς τὸ ἱερὸν τοῦ
Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτης.
Search Help
Contact Us