[ ] Tenos — 3rd c. BC
1 [ἔ]δ̣οξ[εν] τ̣ῆ̣ι̣ [β]ο[υλῆι κ]α̣ὶ τῶι δήμωι· Ἀγαθο-
[κ]λ̣ῆς ἐπεστάτει· Ἀριστείδης εἶπεν· ἐπε[ι]-
δὴ Μελησίας Μελησίου Μυτιληναῖος
ἀ̣νὴρ ἀγαθός ἐστι περὶ τὸν δῆμον τὸν Τη̣-
5 νίων καὶ διατελεῖ χρείας παρεχόμενος
καὶ κοινεῖ τῆι πόλει καὶ ἰδίαι Τηνίων τοῖς ἐν-
τυνχάνουσιν ἑαυτῶι, δεδόχθαι τῶι δήμω[ι]·
ἐπαινέσαι Μελησίαν Μελησίου Μυτιλη̣-
ναῖον καὶ στεφανῶσαι αὐτὸν στεφάνωι
10 τῶι ἐκ τοῦ νόμου ἀρετῆς ἕνεκεν καὶ φιλοτι-
μίας ἣν ἔχων διατελεῖ εἰς τὸν δῆμον
τὸν Τηνίων, καὶ ἀναγορεῦσαι αὐτῶι τὸν στέ-
φανον ἐν τῶι θεάτρωι Διονυσίων τῶι ἀγῶνι
τ̣ῶν τραγωιδῶν· εἶναι δὲ αὐτὸν καὶ ἐκγόνους
15 [π]ροξένους καὶ εὐεργέτας τῆς πόλεως
τῆς Τηνίων, καὶ εἶναι αὐτοῖς πρόσοδον πρὸς
τὴμ βουλὴν καὶ τὸν δῆμον ἐάν του δέων-
ται πρώτοις μετὰ τὰ ἱερά, καὶ ἐμ πολέμωι
εἰρήνην καὶ ἐν σύλωι ἀσυλίαν, καὶ προεδρί-
20 αν ἐν τ̣οῖς ἀγῶσιν οἷς ἡ πόλις τίθησιν· δε-
δόσθαι δ’ αὐτοῖς παρὰ τοῦ δήμου πολιτεί-
[AN] KAI\ GH=S KAI\ OI)KI/AS E)/GKTHSI?N KAI\ PRO\S
[φυλὴν] κ̣αὶ φάτραμ προσγράψασθαι ὁποί-
[αν ἂμ βούλ]ωνται. εἶναι δ’ αὐτοῖς καὶ ἄλλο
25 [ἀγαθὸν εὑρ]έ̣σθαι παρὰ τοῦ δήμου ὅ,τι ἂν δύ-
[νωνται] {²etc.}²
Search Help
Contact Us