[ ]
Tenos — 3rd c. BC
1 | [ἔ]δ̣οξ[εν] τ̣ῆ̣ι̣ [β]ο[υλῆι κ]α̣ὶ τῶι δήμωι· Ἀγαθο- |
[κ]λ̣ῆς ἐπεστάτει· Ἀριστείδης εἶπεν· ἐπε[ι]- | |
δὴ Μελησίας Μελησίου Μυτιληναῖος | |
ἀ̣νὴρ ἀγαθός ἐστι περὶ τὸν δῆμον τὸν Τη̣- | |
5 | νίων καὶ διατελεῖ χρείας παρεχόμενος |
καὶ κοινεῖ τῆι πόλει καὶ ἰδίαι Τηνίων τοῖς ἐν- | |
τυνχάνουσιν ἑαυτῶι, δεδόχθαι τῶι δήμω[ι]· | |
ἐπαινέσαι Μελησίαν Μελησίου Μυτιλη̣- | |
ναῖον καὶ στεφανῶσαι αὐτὸν στεφάνωι | |
10 | τῶι ἐκ τοῦ νόμου ἀρετῆς ἕνεκεν καὶ φιλοτι- |
μίας ἣν ἔχων διατελεῖ εἰς τὸν δῆμον | |
τὸν Τηνίων, καὶ ἀναγορεῦσαι αὐτῶι τὸν στέ- | |
φανον ἐν τῶι θεάτρωι Διονυσίων τῶι ἀγῶνι | |
τ̣ῶν τραγωιδῶν· εἶναι δὲ αὐτὸν καὶ ἐκγόνους | |
15 | [π]ροξένους καὶ εὐεργέτας τῆς πόλεως |
τῆς Τηνίων, καὶ εἶναι αὐτοῖς πρόσοδον πρὸς | |
τὴμ βουλὴν καὶ τὸν δῆμον ἐάν του δέων- | |
ται πρώτοις μετὰ τὰ ἱερά, καὶ ἐμ πολέμωι | |
εἰρήνην καὶ ἐν σύλωι ἀσυλίαν, καὶ προεδρί- | |
20 | αν ἐν τ̣οῖς ἀγῶσιν οἷς ἡ πόλις τίθησιν· δε- |
δόσθαι δ’ αὐτοῖς παρὰ τοῦ δήμου πολιτεί- | |
[αν] καὶ γῆς καὶ οἰκίας ἔγκτησι̣ν καὶ πρὸς | |
[φυλὴν] κ̣αὶ φάτραμ προσγράψασθαι ὁποί- | |
[αν ἂμ βούλ]ωνται. εἶναι δ’ αὐτοῖς καὶ ἄλλο | |
25 | [ἀγαθὸν εὑρ]έ̣σθαι παρὰ τοῦ δήμου ὅ,τι ἂν δύ- |
[νωνται] {²etc.}² |