[ ] Andros — 2nd/1st c. BC — IG XII,Suppl. p. 127
1        Τιμοκρίτου τοῦ Σωκλέους δικαστοῦ καὶ
       Ἰφικράτου τοῦ ἰσοχρύσου γραμματέος.
ἀρχόντων γνώμη v περὶ ὧν προεγράψαντο καὶ ἡ βουλὴ προεβού-
λευσεν· v ἐπεὶ τῶν παραγεγονότων δικαστῶν ἀπὸ τῆς ξένης δε-
5 δικακότων τάς τε κατὰ τοὺς νόμους συνεστηκείας δίκας καὶ τὰ
ἀναπεμφθέντα κριτήρια ὑπὸ Γναίου Αὐφιδίου Γναίου ὑοῦ τοῦ ἀντι-
στρατήγου, v καλῶς ἔχον ἀνεστραμμένων τῶν ἀνδρῶν ἐμ πᾶσι[ν]
ἴσως καὶ δικαίω[ς, ἀπο]δοχῆς ἀξιωθῆναι τὴν ἀρετὴν αὐτῶν. v δεδό-
χθαι τῆι βου[λῆι καὶ τῶ]ι δ[ήμωι· ἐπ]η[ινῆσθ]αι τε αὐτοὺς ἐπὶ τοῖς προ-
10 [γ]εγραμμένο[ι]ς, v καὶ π[ερὶ τῶν δοθησ]ο[μένω]ν τιμίων ταῖς τε πατρίσιν αὐ-
[τῶ]ν v καὶ τοῖς ἐ[ξ]απεσ[ταλμένοις ἀνδ]ράσιν προνοιηθῆναι τοὺς
[ἄρχ]οντας ἐν το[ῖ]ς ἐνν[όμοις χρ]όν[οις]· v κληθῆναι δὲ αὐτοὺς καὶ
[ἐπ]ὶ ξενισμὸν εἰς τὸ π[ρυταν]εῖον ἐπὶ τὴν βουλαίαν ἑστίαν, με-
[ρίσ]αντος Ἀρχέο[υ] τοῦ ταμίου εἰς τὴν ἐγδοχὴν αὐτῶν ὅσον ἂν
15 τῶι δήμωι δόξηι· vv πέμψαι δὲ τὸν Ἀρχέαν καὶ ἑκάστωι τῶν δι-
καστῶν καὶ τῶν γραμματέων ξένια τὰ ἐκ τοῦ νόμου· προνοηθῆ-
ναι δὲ τοὺς ἄρχοντας καὶ περὶ τῆς ἀφόδου αὐτῶν, ὅπως διακομισ-
θ[ῶσιν ἀσφ]αλῶς· v ἵνα δὲ καὶ οἱ ἐξαπεσταλκότες δῆμοι [παρα]κο-
λ[ουθῶσι] τοῖς ἐψηφισμένοις, ἐπιμέλειαν ποιήσασθα[ι τοὺς ἄρ]-
20 χο[ντας], ὅπως ἀναπεμφθῇ πρὸς ἑκάστους τὸ ἀντίγρα[φον τοῦδε]
τοῦ ψηφίσματος· v [εἶνα]ι δὲ τὸ ψήφισμα εἰς πόλεως σωτηρ[ί]-
αν. v ἔδοξεν v καὶ ἐδ[όθ]ησαν δραχμαὶ v χίλιαι ἑπτακόσιαι.
       ἀπόκριμα Ἀδραμυτηνῶν.
ἀρχόντων γνώ[μη] vv περὶ ὧν προεγράψαντο καὶ ἡ βουλὴ προε-
25 βούλευσεν· v ἐ[π]εὶ Τιμόκριτος Σωκλέους ὁ ἐξαποσταλεὶς
δικαστὴς ὑπὸ τ[ο]ῦ δήμου τοῦ Ἀνδρίων ὄντος συγγενοῦς καὶ
φίλου κατὰ ψ[ήφισμα] εἰς τὴν πόλιν ἡμῶν τήν τε ἐπιδημίαν ἐ-
ποιήσα[τ]ο [καλὴν κα]ὶ εὐσχήμονα καὶ ἀξίαν ἑκατέρων τῶν πό-
[λ]εων κ[α][διεδίκα]σε[ν] τὰς εἰσαχθείσας δίκας ἴσως καὶ δικ[αί]-
30 [ω]ς, τηρῶν τοὺς [νόμους] καὶ [τὰ ψ]ηφίσματα, προαιρούμενο[ς δὲ]
[τοὺ]ς δια[φερομένους] εἰς ὁμόνο[ιαν ἄγ]ειν ἐπέλυσέν τε̣
— — — — — — — — — — — — — — — — — — ἄξια τῶν τε ἀναπε[μ]-
[— — — — — — — — — — — — — — — τ]οῦ ἀντιστρατήγο[υ ․․]
— — — — — — — — — — — — — — — — — — προσηνέγκατο — — —
35 [— — — — — — — — — — — — — — — — — καὶ Ἰ]φικράτης Ἰσο[χρύ]-
[σου ὁ γραμ]μ[ατεὺ]ς [φιλοτίμως τὴ]ν καθ’ ἑαυτὸν χ[ρεὶ]-
[αν παρέσχε]το, καλῶς δ’ ἔ[χον]τος τῶ[ι] δήμωι τοὺ[ς]
[κ]αλοὺς [καὶ][γ]αθο[ὺς τῶν] ἀνδρ[ῶ]ν ἀποδο[χῆ]ς ἀ[ξι]οῦσθαι [ὑπ][ρ(?) τοὺς]
ἄλλου[ς, δεδόχθαι τεῖ] βουλεῖ καὶ τῶι δήμωι, ἐπηινῆσθαί τε [αὐ]-
40 τοὺς ἐπὶ τοῖς προγε[γραμμένοις], καὶ πε[ρὶ] τ[ῶν δοθησο]μένων τιμίω[ν]
[— — — — — — — — — — — — — — — — — — — — — προνοιηθῆναι] τοὺς ἄρχο[ν]-
[τας] ἐν τοῖς ἐννόμο[ις χρόνοις καὶ ἐπιμέλεια]ν π[οι]ήσ[ασθαι]
τοὺς ἄρχοντας, [ὅπως ἀναπεμφθῆι ἀντίγραφον] τοῦδε τ[οῦ]
[ψηφίσματος] π[ρ][ς τ][ν δῆμ]ο[ν τὸν] Ἀν[δρίων. v ἔ]δοξ[εν].
45    [τιμ]αὶ παρὰ Ἀδραμυτην[ῶν].
[ἀρχόντ]ων γνώμη περὶ ὧν προεγράψαντο [καὶ] ἡ β[ουλὴ προεβούλευ]-
[σε]ν· ἐπειδὴ Τιμόκριτος Σωκλέους ἀποσταλεὶς δικαστὴς [ὑπὸ τοῦ δή]-
[μ]ου τοῦ Ἀνδρίων τήν τε διαδικασίαν ἐποιήσατο ἴσην καὶ δικαία[ν καὶ]
[τ]ὴν παρεπιδημίαν πρέπουσαν τῆι τε ἡμετέραι πόλει καὶ τῆι ἑαυτο[ῦ]
50 πατρίδι, v ὁμοίως δὲ καὶ Ἰφικράτης Ἰσοχρύσου v ὁ γραμματεὺς αὐτο[ῦ]
παρέσχετο τὴν καθ’ ἑαυτὸν χρείαν καθάπερ ἐπέβαλλεν ἀνδρὶ σ[ώ]-
φρονι, v καλῶς δὲ ἔχοντος τῶι δήμωι τιμᾶν τοὺς καλοὺς v καὶ ἀγ[α]-
θούς, δεδόχθαι τῆι ἱερᾶι ἐκκλησίαι, ἐπηινῆσθαί τε αὐτοὺς v καὶ στ[ε]-
φανῶσαι τὸμ μὲν δικαστὴν χρυσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι, τὸν
55 δὲ γραμματέα χρυσῶι στεφάνωι καὶ εἰκόνι γραπτῆι ἐπὶ τῶι ἀναστρ[α]-
φέντας ἐμ πᾶσιν ἀνεγκλήτως εὐεργετηκέναι τὸν δῆμον· v τοὺς δὲ
ἄρχοντας διαπέμψασθαι τὸ ἀντίγραφον τοῦδε τοῦ ψηφίσματος
εἰς τὴν πατρίδα αὐτῶν, v ὅπως τούτων οὕτως συντελεσθέντων κα-
λῶς καὶ πρεπόντως ἔχηι τῶι δήμωι τὰς ἀξίας ἀπονέμων(!) χάριτας
60 τῶν εἰς ἑαυτὸν εὐεργεσιῶν. vv ἔδοξεν.
I.61     ὁ δῆμος ὁ Ἀδραμυτηνῶν
    Τιμόκριτον Σωκλέους.
        {²corona}²
II.61                                  ὁ δῆμος ὁ Ἀδραμυτηνῶν
                                 Ἰφικράτην vv Ἰσοχρύσου.
                                        {²corona}²
Search Help