[ ]
Andros — 2nd/1st c. BC
1 | Τιμοκρίτου τοῦ Σωκλέους δικαστοῦ καὶ |
Ἰφικράτου τοῦ Ἰσοχρύσου γραμματέως. | |
ἀρχόντων γνώμη περὶ ὧν προεγράψαντο καὶ ἡ βουλὴ προεβού- | |
λευσεν· ἐπεὶ τῶν παραγεγονότων δικαστῶν ἀπὸ τῆς ξένης δε- | |
5 | δικακότων τάς τε κατὰ τοὺς νόμους συνεστηκείας δίκας καὶ τὰ |
ἀναπεμφθέντα κριτήρια ὑπὸ Γναίου Αὐφιδίου Γναίου ὑοῦ ἀντι- | |
στρατήγου, καλῶς ἔχον, ἀνεστραμμένων τῶν ἀνδρῶν ἐμ πᾶσι[ν] | |
ἴσως καὶ δικαίω[ς, ἐ]γδοχῆς ἀξιωθῆναι τὴν ἀρετὴν αὐτῶν, δεδό- | |
χθαι τῆι βου[λῆι καὶ τῶ]ι δ[ήμωι· ἐπ]η[ινῆσθ]αί τε αὐτοὺς ἐπὶ τοῖς προ- | |
10 | [γ]εγραμμένο[ις], καὶ π[ερὶ τῶν δεδομένω]ν τιμίων ταῖς τε πατρίσιν αὐ- |
[τῶ]ν καὶ τοῖς ἐ[ξ]απεσ[ταλμένοις ἀνδ]ράσιν προνοιηθῆναι τοὺς | |
[ἄρχ]οντας ἐν τ[αῖ]ς ἐν[νόμοις ἐκκλησίαις]· κληθῆναι δὲ αὐτοὺς καὶ | |
[ἐπ]ὶ ξενισμὸν εἰς τὸ π[ρυταν]εῖον ἐπὶ τὴν βουλαίαν ἑστίαν, με[ρί]- | |
[σ]αντος Ἀρχέο[υ] τοῦ ταμίου εἰς τὴν ἐγδοχὴν αὐτῶν ὅσον ἂν | |
15 | τῶι δήμωι δόξηι· πέμψαι δὲ τὸν Ἀρχέαν καὶ ἑκάστωι τῶν δι- |
καστῶν καὶ τῶν γραμματέων ξένια τὰ ἐκ τοῦ νόμου· προνοηθῆ- | |
ναι δὲ τοὺς ἄρχοντας καὶ περὶ τῆς ἀφόδου αὐτῶν, ὅπως διακομισ- | |
θ[ῶσιν ἀσφα]λῶς· ἵνα δὲ καὶ οἱ ἐξαπεσταλκότες δῆμοι [ἕκαστ]οι | |
[συνησθῶσι] τοῖς ἐψηφισμένοις, ἐπιμέλειαν ποιήσασθα[ι τοὺς ἄρ]- | |
20 | χο[ντας], ὅπως ἀναπεμφθῇ πρὸς ἑκάστους τὸ ἀντίγρα[φον τοῦδε] |
τοῦ ψηφίσματος· [εἶνα]ι δὲ τὸ ψήφισμα εἰς πόλεως σωτηρ[ί]- | |
αν. ἔδοξεν, καὶ ἐδ[όθ]ησαν δραχμαὶ χίλιαι ἑπτακόσιαι. | |
ἀπόκριμα Ἀδραμυτηνῶν. | |
ἀρχόντων γνώ[μη] περὶ ὧν προεγράψαντο καὶ ἡ βουλὴ προε- | |
25 | βούλευσεν· ἐ[π]εὶ Τιμόκριτος Σωκλέους ὁ ἐξαποσταλεὶς |
δικαστὴς ὑπὸ τ[ο]ῦ δήμου τῶν Ἀνδρίων, ὄντος συγγενοῦς καὶ | |
φίλου, κατὰ ψ[ήφισμα] εἰς τὴν πόλιν ἡμῶν τήν τε ἐπιδημίαν ἐ- | |
ποιήσα[τ]ο [κόσμιον κα]ὶ εὐσχήμονα καὶ ἀξίαν ἑκατέρων τῶν πό- | |
[λ]εων, κ[αὶ ἐδίκα]σε[ν] τὰς ἐνεχθείσας δίκας ἴσως καὶ δικ[αί]- | |
30 | [ω]ς, τηρῶν τοὺς [νόμους] καὶ [τὰ ψ]ηφίσματα, προαιρούμενο[ς] |
[τοὺς δικ]α[ζομένους] εἰς ὁμόνο[ια]ν [ἐνεγκ]εῖν, ἐπέλυσέν τ[ε] | |
[— — — — — — — λ]ύ[σε]ω[ς κατ]άξια τῶν ἀναπ[εμ]- | |
[ψάντων — — — — — — —] ὁ δ’ ἀντιστράτηγο[ς ․․] | |
[— — — — — — — — — — — πρ]οσ[η]νέ[γ]κατο — — — — — | |
35 | [— — — — — — — — προσέτι δὲ καὶ Ἰ]φικράτης Ἰσο[χρύ]- |
[σου ὁ γραμ]μ[ατεὺ]ς [φιλοτίμως τὴ]ν καθ’ ἑαυτὸν χ[ρείαν πᾶ]- | |
[σ]αν [παρέσχε]το, καλῶς δ’ ἔ[χον]τος τῶ[ι] δήμωι τοὺ[ς] | |
[κ]αλοὺς [καὶ] ἀ[γ]αθο[ὺς τῶν] ἀνδρ[ῶ]ν ἀποδο[χῆ]ς ἀ[ξι]οῦσθαι [π]ε[ρὶ(?) τοὺς] | |
ἄλλου[ς, δεδόχθαι τεῖ] βουλεῖ καὶ τῶι δήμωι, ἐπηινῆσθαί τε [αὐ]- | |
40 | [τ]οὺς ἐπὶ τοῖς [εὐεργ]ε[τημέν]ο[ις], καὶ πε[ρὶ τῶν δεδο]μένων τιμῶ[ν] |
[— — — — — — — — — — — προνοιηθῆναι] τοὺς ἄρχο[ν]- | |
[τας — — — — — — — — — — — — — — — ο]ντ[ο] εἰς ․․․ | |
․․․․ τοὺς ἄρχοντας, [ὅπως ἀναπεμφθῆι ἀντίγραφον] τοῦδε τ[οῦ] | |
[ψηφίσματος] π[ρ]ὸ[ς τ]ὸ[ν δῆμ]ο[ν τὸν] Ἀν[δρίων. ἔ]δοξ[εν]. | |
45 | [τιμ]αὶ παρὰ Ἀδραμυτην[ῶν]. |
[ἀρχόντ]ων γνώμη περὶ ὧν προεγράψαντο [καὶ] ἡ β[ουλὴ προεβούλευ]- | |
[σε]ν· ἐπειδὴ Τιμόκριτος Σωκλέους ἀποσταλεὶς δικαστὴς [ὑπὸ τοῦ δή]- | |
[μ]ου τοῦ Ἀνδρίων τήν τε διαδικασίαν ἐποιήσατο ἴσην καὶ δικαία[ν καὶ] | |
[τ]ὴν παρεπιδημίαν πρέπουσαν τῆι τε ἡμετέραι πόλει καὶ τῆι ἑαυτο[ῦ] | |
50 | πατρίδι, ὁμοίως δὲ καὶ Ἰφικράτης Ἰσοχρύσου ὁ γραμματεὺς αὐτο[ῦ] |
παρέσχετο τὴν καθ’ ἑαυτὸν χρείαν καθάπερ ἐπέβαλλεν ἀνδρὶ σ[ώ]- | |
φρονι, καλῶς δὲ ἔχοντος τῶι δήμωι τιμᾶν τοὺς καλοὺς καὶ ἀγ[α]- | |
θούς, δεδόχθαι τῆι ἱερᾶι ἐκκλησίαι, ἐπηινῆσθαί τε αὐτοὺς καὶ στ[ε]- | |
φανῶσαι τὸμ μὲν δικαστὴν χρυσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι, τὸν | |
55 | δὲ γραμματέα χρυσῶι στεφάνωι καὶ εἰκόνι γραπτῆι ἐπὶ τῶι ἀναστρ[α]- |
φέντας ἐμ πᾶσιν ἀνεγκλήτως εὐεργετηκέναι τὸν δῆμον· τοὺς δὲ | |
ἄρχοντας διαπέμψασθαι τὸ ἀντίγραφον τοῦδε τοῦ ψηφίσματος | |
εἰς τὴν πατρίδα αὐτῶν, ὅπως τούτων οὕτως συντελεσθέντων κα- | |
λῶς καὶ πρεπόντως ἔχηι τῶι δήμωι τὰς ἀξίας ἀπονέμ[ει]ν χάριτα[ς] | |
60 | τῶν εἰς αὐτὸν εὐεργεστῶν. ἔδοξεν. |
I.61 | ὁ δῆμος ὁ Ἀδραμυτηνῶν |
Τιμόκριτον Σωκλέους. | |
II.61 | ὁ δῆμος ὁ Ἀδραμυτηνῶν |
Ἰφικράτην Ἰσοχρύσου. |