[ ] Andros — 2nd/1st c. BC
1        Τιμοκρίτου τοῦ Σωκλέους δικαστοῦ καὶ
       Ἰφικράτου τοῦ Ἰσοχρύσου γραμματέως.
ἀρχόντων γνώμη περὶ ὧν προεγράψαντο καὶ ἡ βουλὴ προεβού-
λευσεν· ἐπεὶ τῶν παραγεγονότων δικαστῶν ἀπὸ τῆς ξένης δε-
5 δικακότων τάς τε κατὰ τοὺς νόμους συνεστηκείας δίκας καὶ τὰ
ἀναπεμφθέντα κριτήρια ὑπὸ Γναίου Αὐφιδίου Γναίου ὑοῦ ἀντι-
στρατήγου, καλῶς ἔχον, ἀνεστραμμένων τῶν ἀνδρῶν ἐμ πᾶσι[ν]
ἴσως καὶ δικαίω[ς, ἐ]γδοχῆς ἀξιωθῆναι τὴν ἀρετὴν αὐτῶν, δεδό-
χθαι τῆι βου[λῆι καὶ τῶ]ι δ[ήμωι· ἐπ]η[ινῆσθ]αί τε αὐτοὺς ἐπὶ τοῖς προ-
10 [γ]εγραμμένο[ις], καὶ π[ερὶ τῶν δεδομένω]ν τιμίων ταῖς τε πατρίσιν αὐ-
[TW=]N KAI\ TOI=S E)[C]APES[TALME/NOIS A)ND]RA/SIN PRONOIHQH=NAI TOU\S
[ἄρχ]οντας ἐν τ[αῖ]ς ἐν[νόμοις ἐκκλησίαις]· κληθῆναι δὲ αὐτοὺς καὶ
[ἐπ]ὶ ξενισμὸν εἰς τὸ π[ρυταν]εῖον ἐπὶ τὴν βουλαίαν ἑστίαν, με[ρί]-
[σ]αντος Ἀρχέο[υ] τοῦ ταμίου εἰς τὴν ἐγδοχὴν αὐτῶν ὅσον ἂν
15 τῶι δήμωι δόξηι· πέμψαι δὲ τὸν Ἀρχέαν καὶ ἑκάστωι τῶν δι-
καστῶν καὶ τῶν γραμματέων ξένια τὰ ἐκ τοῦ νόμου· προνοηθῆ-
ναι δὲ τοὺς ἄρχοντας καὶ περὶ τῆς ἀφόδου αὐτῶν, ὅπως διακομισ-
θ[ῶσιν ἀσφα]λῶς· ἵνα δὲ καὶ οἱ ἐξαπεσταλκότες δῆμοι [ἕκαστ]οι
[συνησθῶσι] τοῖς ἐψηφισμένοις, ἐπιμέλειαν ποιήσασθα[ι τοὺς ἄρ]-
20 χο[ντας], ὅπως ἀναπεμφθῇ πρὸς ἑκάστους τὸ ἀντίγρα[φον τοῦδε]
τοῦ ψηφίσματος· [εἶνα]ι δὲ τὸ ψήφισμα εἰς πόλεως σωτηρ[ί]-
αν. ἔδοξεν, καὶ ἐδ[όθ]ησαν δραχμαὶ χίλιαι ἑπτακόσιαι.
               ἀπόκριμα Ἀδραμυτηνῶν.
ἀρχόντων γνώ[μη] περὶ ὧν προεγράψαντο καὶ ἡ βουλὴ προε-
25 βούλευσεν· ἐ[π]εὶ Τιμόκριτος Σωκλέους ὁ ἐξαποσταλεὶς
δικαστὴς ὑπὸ τ[ο]ῦ δήμου τῶν Ἀνδρίων, ὄντος συγγενοῦς καὶ
φίλου, κατὰ ψ[ήφισμα] εἰς τὴν πόλιν ἡμῶν τήν τε ἐπιδημίαν ἐ-
ποιήσα[τ]ο [κόσμιον κα]ὶ εὐσχήμονα καὶ ἀξίαν ἑκατέρων τῶν πό-
[λ]εων, κ[αὶ ἐδίκα]σε[ν] τὰς ἐνεχθείσας δίκας ἴσως καὶ δικ[αί]-
30 [ω]ς, τηρῶν τοὺς [νόμους] καὶ [τὰ ψ]ηφίσματα, προαιρούμενο[ς]
[τοὺς δικ]α[ζομένους] εἰς ὁμόνο[ια]ν [ἐνεγκ]εῖν, ἐπέλυσέν τ[ε]
[— — — — — — — λ][σε]ω[ς κατ]άξια τῶν ἀναπ[εμ]-
[ψάντων — — — — — — —] ὁ δ’ ἀντιστράτηγο[ς ․․]
[— — — — — — — — — — — πρ]οσ[η]νέ[γ]κατο — — — — —
35 [— — — — — — — — προσέτι δὲ καὶ Ἰ]φικράτης Ἰσο[χρύ]-
[σου ὁ γραμ]μ[ατεὺ]ς [φιλοτίμως τὴ]ν καθ’ ἑαυτὸν χ[ρείαν πᾶ]-
[σ]αν [παρέσχε]το, καλῶς δ’ ἔ[χον]τος τῶ[ι] δήμωι τοὺ[ς]
[κ]αλοὺς [καὶ][γ]αθο[ὺς τῶν] ἀνδρ[ῶ]ν ἀποδο[χῆ]ς ἀ[ξι]οῦσθαι [π]ε[ρὶ(?) τοὺς]
ἄλλου[ς, δεδόχθαι τεῖ] βουλεῖ καὶ τῶι δήμωι, ἐπηινῆσθαί τε [αὐ]-
40 [τ]οὺς ἐπὶ τοῖς [εὐεργ]ε[τημέν]ο[ις], καὶ πε[ρὶ τῶν δεδο]μένων τιμῶ[ν]
[— — — — — — — — — — — προνοιηθῆναι] τοὺς ἄρχο[ν]-
[τας — — — — — — — — — — — — — — — ο]ντ[ο] εἰς ․․․
․․․․ τοὺς ἄρχοντας, [ὅπως ἀναπεμφθῆι ἀντίγραφον] τοῦδε τ[οῦ]
[ψηφίσματος] π[ρ][ς τ][ν δῆμ]ο[ν τὸν] Ἀν[δρίων. ἔ]δοξ[εν].
45                [τιμ]αὶ παρὰ Ἀδραμυτην[ῶν].
[ἀρχόντ]ων γνώμη περὶ ὧν προεγράψαντο [καὶ] ἡ β[ουλὴ προεβούλευ]-
[σε]ν· ἐπειδὴ Τιμόκριτος Σωκλέους ἀποσταλεὶς δικαστὴς [ὑπὸ τοῦ δή]-
[μ]ου τοῦ Ἀνδρίων τήν τε διαδικασίαν ἐποιήσατο ἴσην καὶ δικαία[ν καὶ]
[τ]ὴν παρεπιδημίαν πρέπουσαν τῆι τε ἡμετέραι πόλει καὶ τῆι ἑαυτο[ῦ]
50 πατρίδι, ὁμοίως δὲ καὶ Ἰφικράτης Ἰσοχρύσου ὁ γραμματεὺς αὐτο[ῦ]
παρέσχετο τὴν καθ’ ἑαυτὸν χρείαν καθάπερ ἐπέβαλλεν ἀνδρὶ σ[ώ]-
φρονι, καλῶς δὲ ἔχοντος τῶι δήμωι τιμᾶν τοὺς καλοὺς καὶ ἀγ[α]-
θούς, δεδόχθαι τῆι ἱερᾶι ἐκκλησίαι, ἐπηινῆσθαί τε αὐτοὺς καὶ στ[ε]-
φανῶσαι τὸμ μὲν δικαστὴν χρυσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι, τὸν
55 δὲ γραμματέα χρυσῶι στεφάνωι καὶ εἰκόνι γραπτῆι ἐπὶ τῶι ἀναστρ[α]-
φέντας ἐμ πᾶσιν ἀνεγκλήτως εὐεργετηκέναι τὸν δῆμον· τοὺς δὲ
ἄρχοντας διαπέμψασθαι τὸ ἀντίγραφον τοῦδε τοῦ ψηφίσματος
εἰς τὴν πατρίδα αὐτῶν, ὅπως τούτων οὕτως συντελεσθέντων κα-
λῶς καὶ πρεπόντως ἔχηι τῶι δήμωι τὰς ἀξίας ἀπονέμ[ει]ν χάριτα[ς]
60 τῶν εἰς αὐτὸν εὐεργεστῶν. ἔδοξεν.
I.61 ὁ δῆμος ὁ Ἀδραμυτηνῶν
Τιμόκριτον Σωκλέους.
II.61                         ὁ δῆμος ὁ Ἀδραμυτηνῶν
                        Ἰφικράτην Ἰσοχρύσου.
Search Help
Contact Us