[ ] Andros
1 — — — — — — — — — — — — — — — — — — —
․․․․․․αι, [ἐν] τῶι ἐ[φ][τ]ο[ς](?) δὲ ἐνιαυτῶι
[βουλ]όμενος ἀκόλουθος γ[ενέ]σθαι τῆι
[ἀπ]ὸ τῆς ἀρχῆς αὐτῶι γεγενημένη[ι]
5 [εἰς] τὸν δῆμον κατὰ πάντα καλοκἀγαθ[ί]-
[α]ι τὴν πᾶσαν προσηνέγκατο σπουδήν
τε καὶ ἐπιμέλειαν μετὰ πάσης ἐκτε-
νοῦς προθυμίας εἰς τὸ τοὺς ἀσθενῶς
[δ]ιατεθέν[τ]ας τυχεῖν τῆς καθηκούσης
10 θεραπείας τε καὶ σωτηρίας· [ἵ]να οὖν καὶ
ὁ δῆμος φαίνηται εὐχάριστος ὢν καὶ τι-
μῶν τοὺς καλοὺς κἀγαθοὺς τῶν ἀνδρῶν
ταῖς καθηκούσαις τιμαῖς, ἀγαθῆι τύχη[ι],
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ἐπα[ι]-
15 νέσαι Ἀρτεμίδωρον Μηνοδότου τὸν
ἰατρὸν ἐπί τε τεῖ προαιρέσει καὶ καλοκἀ-
γαθίαι ἧι ἔ[χ]ων διατελεῖ εἰς τὸν δῆμον
καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφά-
[ν]ωι, καὶ τὴν ἀναγόρευσιν τοῦ στεφάνου
20 [γεν]έσθαι ἐν τοῖς ἀγῶσιν οἷς ἂν ἡ πόλις συν-
[τ]ελῆι, τὴν ἐπιμέλειαν ποιουμένων τῆς ἀ-
ναγορεύσεως τῶν κατ’ ἐνιαυτὸν στρατη-
γῶν· ἀναγραφῆναι δὲ τόδε τὸ ψήφισμα
καὶ εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος.
24a       {²intra coronam:}²
25      ἡ βουλὴ καὶ ὁ δῆμος.
Search Help
Contact Us