[ ]
Andros
1 | — — — — — — — — — — — — — — — — — — — |
․․․․․․αι, [ἐν] τῶι ἐ[φ]έ[τ]ο[ς](?) δὲ ἐνιαυτῶι | |
[βουλ]όμενος ἀκόλουθος γ[ενέ]σθαι τῆι | |
[ἀπ]ὸ τῆς ἀρχῆς αὐτῶι γεγενημένη[ι] | |
5 | [εἰς] τὸν δῆμον κατὰ πάντα καλοκἀγαθ[ί]- |
[α]ι τὴν πᾶσαν προσηνέγκατο σπουδήν | |
τε καὶ ἐπιμέλειαν μετὰ πάσης ἐκτε- | |
νοῦς προθυμίας εἰς τὸ τοὺς ἀσθενῶς | |
[δ]ιατεθέν[τ]ας τυχεῖν τῆς καθηκούσης | |
10 | θεραπείας τε καὶ σωτηρίας· [ἵ]να οὖν καὶ |
ὁ δῆμος φαίνηται εὐχάριστος ὢν καὶ τι- | |
μῶν τοὺς καλοὺς κἀγαθοὺς τῶν ἀνδρῶν | |
ταῖς καθηκούσαις τιμαῖς, ἀγαθῆι τύχη[ι], | |
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ἐπα[ι]- | |
15 | νέσαι Ἀρτεμίδωρον Μηνοδότου τὸν |
ἰατρὸν ἐπί τε τεῖ προαιρέσει καὶ καλοκἀ- | |
γαθίαι ἧι ἔ[χ]ων διατελεῖ εἰς τὸν δῆμον | |
καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφά- | |
[ν]ωι, καὶ τὴν ἀναγόρευσιν τοῦ στεφάνου | |
20 | [γεν]έσθαι ἐν τοῖς ἀγῶσιν οἷς ἂν ἡ πόλις συν- |
[τ]ελῆι, τὴν ἐπιμέλειαν ποιουμένων τῆς ἀ- | |
ναγορεύσεως τῶν κατ’ ἐνιαυτὸν στρατη- | |
γῶν· ἀναγραφῆναι δὲ τόδε τὸ ψήφισμα | |
καὶ εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. | |
24a | {²intra coronam:}² |
25 | ἡ βουλὴ καὶ ὁ δῆμος. |