[ ] Andros — 3rd/2nd c. BC
[ἐπὶ — — ἅρχοντος, — — — — — — — — — — — —]
1 — — — μηνὸς ․․․․․․ιῶνος [ἑνδεκά]τη[ι {²⁷[δωδεκά]τη[ι?}²⁷, — —]
ν(?) εἶπεν· ὑπὲρ ὧν Μάλακος Θεοφείδου τὴν πρόσοδον ἐποήσ[α]-
το, δεδόχθαι τῆι βουλεῖ καὶ τῶι δήμωι· Ἀπολλώνιον Ἀ-
πολλωνίδου Κυμαῖον [πολ]ίτην εἶναι τῆς πόλεως
5 τῆς Ἀνδρίων κατὰ τ[οὺς] νόμους αὐτὸν καὶ ἐγγό-
νους κα[ὶ μετ]εῖναι αὐτοῖς πάντων ὅσω[ν] καὶ Ἀνδρί[οι]ς μέ-
τεστι, ἐ[ξ]ε[ῖ]ναι δὲ αὐτοῖς καὶ φυλῆς γενέσθαι ἧ[ς] ἂν βού-
λωνται καὶ φρατρίας ἧσ[τι]ν[ος π]είσωνται, τὸν δὲ γρα[μ]-
ματέα τῶν [π]ρ[υ]τ[άν]εων(?) {²⁷[στ]ρατη[γ]ῶν?}²⁷ ἐπιμεληθῆναι, ὅπως <ἡ> πολιτεία
10 ἥδε ἀν[αγρ]αφεῖσα [εἰς] στήλην λιθίνην σ[τ]αθεῖ εἰς τὸ
ἱερὸν τοῦ Ἀπόλλωνος, τὸ δ’ εἰς τὴν ἀναγραφὴν ἀνάλω-
μα δοῦναι τοὺς ταμίας ἀπὸ τῆς κοινῆς διοικήσεως.
Search Help