[ ] Andros — 350-336 BC — IG XII,Suppl. p. 119
[․․5․․ ἐπειδὴ Ἀντίδοτος ․․․7․․․ους Ἀθηναῖος]
[στρατηγὸς καταπλεύσας ἐπὶ τὴν παραλαβὴν τοῦ]
1 [σίτου τ]ὸν μέδ[ιμνον ἐπέδωκε τῶι δήμωι τῶι Ἀνδρί]-
[ων] δραχμῶν πέντε [καὶ ἤγαγε τῶι δήμωι τῶι Ἀνδρίων]
[τ]οῦ σίτου τοῦ ξενικοῦ εἴκοσιν — — — — — — — — — —
․․․․ον τοῦ μεδίμνου, ὅπως ἂν οὖν εἰδῶσιν πάν[τες, ὅ]-
5 [τι ἐ]πίσταται ὁ δῆμος χάριτας ἀξίας ἀποδιδ[όναι]
[τοῖς] εὐεργέταις, ἐπαινέσαι μὲν Ἀντίδοτ[ον ․․]
[․․5․․ο]υς καὶ στεφανῶσαι χρυσῶι στεφάνωι [ἀπὸ]
[․ Ἀττι]κῶν δραχμῶν ἀρετῆς ἕνεκεν καὶ εὐν[οί]-
[ας τῆ]ς εἰς τὸν δῆμον τὸν Ἀνδρίων· τὸν δὲ γρα[μμα]-
10 [τέα τῆς β]ουλῆς ἀναγγεῖλαι τόνδε τὸν στέφαν[ον]
[Διο]ν̣υσίοις τραγωιδῶν τῶι ἀγῶνι· εἶναι δ’ Ἀντιδό-
[τ]ωι καὶ ἄλλο ἀγαθὸν εὑρέσθαι παρὰ τοῦ δήμου, ὅ-
[τ]ου ἂν δοκεῖ ἄξιος εἶναι· ἐπαινέσαι δὲ καὶ τοὺ[ς]
[στρ]ατιώτας, ὅσοι τὰς χρείας παρέσχοντο τῶι δή-
15 [μωι] καὶ συνήργησαν εἰς τὸ σῖτον εὐμαρέστερο[ν]
[εἶναι] ἐν τεῖ πόλει· τὸν δὲ γραμματέα τῶν πρυτάν̣[ε]-
[ων ἀν]αγράψαι τόδε τὸ ψήφισμα ἐν {²⁶εἰς}²⁶ στήλην λιθί-
[νην] καὶ στῆσαι ἐν τῆι ἀγορᾶι πρόσθε τοῦ βουλε[υ]-
[τηρίου]· τὸ δὲ ἀνάλωμα τὸ γενόμενον εἰς τὴν ἀ-
20 [ναγ]ραφὴν δοῦναι τοὺς ταμίας ἀπὸ τῶν προσό-
[δων] τῶν τῆς πόλεως.
Search Help
Contact Us