[ ]
Andros — 350-336 BC — IG XII,Suppl. p. 119
[․․5․․ ἐπειδὴ Ἀντίδοτος ․․․7․․․ους Ἀθηναῖος] | |
[στρατηγὸς καταπλεύσας ἐπὶ τὴν παραλαβὴν τοῦ] | |
1 | [σίτου τ]ὸν μέδ[ιμνον ἐπέδωκε τῶι δήμωι τῶι Ἀνδρί]- |
[ων] δραχμῶν πέντε [καὶ ἤγαγε τῶι δήμωι τῶι Ἀνδρίων] | |
[τ]οῦ σίτου τοῦ ξενικοῦ εἴκοσιν — — — — — — — — — — | |
․․․․ον τοῦ μεδίμνου, ὅπως ἂν οὖν εἰδῶσιν πάν[τες, ὅ]- | |
5 | [τι ἐ]πίσταται ὁ δῆμος χάριτας ἀξίας ἀποδιδ[όναι] |
[τοῖς] εὐεργέταις, ἐπαινέσαι μὲν Ἀντίδοτ[ον ․․] | |
[․․5․․ο]υς καὶ στεφανῶσαι χρυσῶι στεφάνωι [ἀπὸ] | |
[․ Ἀττι]κῶν δραχμῶν ἀρετῆς ἕνεκεν καὶ εὐν[οί]- | |
[ας τῆ]ς εἰς τὸν δῆμον τὸν Ἀνδρίων· τὸν δὲ γρα[μμα]- | |
10 | [τέα τῆς β]ουλῆς ἀναγγεῖλαι τόνδε τὸν στέφαν[ον] |
[Διο]ν̣υσίοις τραγωιδῶν τῶι ἀγῶνι· εἶναι δ’ Ἀντιδό- | |
[τ]ωι καὶ ἄλλο ἀγαθὸν εὑρέσθαι παρὰ τοῦ δήμου, ὅ- | |
[τ]ου ἂν δοκεῖ ἄξιος εἶναι· ἐπαινέσαι δὲ καὶ τοὺ[ς] | |
[στρ]ατιώτας, ὅσοι τὰς χρείας παρέσχοντο τῶι δή- | |
15 | [μωι] καὶ συνήργησαν εἰς τὸ σῖτον εὐμαρέστερο[ν] |
[εἶναι] ἐν τεῖ πόλει· τὸν δὲ γραμματέα τῶν πρυτάν̣[ε]- | |
[ων ἀν]αγράψαι τόδε τὸ ψήφισμα ἐν {²⁶εἰς}²⁶ στήλην λιθί- | |
[νην] καὶ στῆσαι ἐν τῆι ἀγορᾶι πρόσθε τοῦ βουλε[υ]- | |
[τηρίου]· τὸ δὲ ἀνάλωμα τὸ γενόμενον εἰς τὴν ἀ- | |
20 | [ναγ]ραφὴν δοῦναι τοὺς ταμίας ἀπὸ τῶν προσό- |
[δων] τῶν τῆς πόλεως. |