[ ] Syros
1 ἐνθάδε τὴν ἱερὰν κ[εφα]λ[ὴν κατὰ γαῖα καλύπτει],
Ἀμπέλιον, λο— — — — — — — — — — —
15 Μουσαῖος φιλόπατρι[ς — — — — — — — —]
αἰνοπαθὴς Παυλεῖνα, ΤΕΙΑΛΙ— — — — — —
καλὴν ἠδ’ ἀγαθὴν καὶ μείλιχον ἠδὲ [θ]εούδη
μουνολεχῆ, προτέραις ἐναρίθμιον ἡρωε[ίναις],
οὕνεκα δὴ σοφίῃ τε σαοφροσύνῃ τε [νόῳ τε]
20 πουλύ τι πασάων προφερεστάτη ἔσκε [γυναικῶν]·
καὶ δ’ αὐτὴ πάτρη μιν ὑπείροχα κυδαίνο[υσα]
πᾶσα ἅμα μυρομένη τε τάφοις ἐνεθήκατ[ο τοῖσδε].
Search Help