[ ] Syros
1 [οὐ φατὸ]ν οὐδ’ ἐπίελπτον ἔην κάλλος τε νόος τε
[ἔμπεδ]ος ἠνορέη τ’ ἑξαέτους βρέφεος
[Νικοκ]ράτευς, ὃν τίκτε γυνὴ καλή τε καὶ ἐσθλὴ{ι}
[․․․ιο]ν, αἰδοίη Νικοκράτευς ἄλοχος,
5 ~z5
[․․․․ το]ῦ κλέος εὐρὺ Πανέλλησίν τε καὶ αὐτοῖς
[Αἰνεά]δαις σοφίης εἵνεκεν ἠδ’ ἀρετῆς.
[πάτρη] δ’ Ἀντιόχεια κλυτῆς ἀλόχοιο παρ’ ὄχθαις
[Μαιάνδ]ρου ποταμοῦ καλλινάου χθαμαλαῖς.
10 [τοὔνε]κεν ἁρπάξας Ἐριούνιος Εὐβουλῆι
[τέκνον] ἄθυρμα φέρεν Φερσεφόνῃ τ’ ἀλόχωι,
[πικρὸν] ἄχος λείπων πάππῳ μεγακυδέϊ φωτὶ
․․․․․․ῳ πάτραις τ’ ἠδὲ γονεῦσι φίλοις.
Search Help
Contact Us