[ ]
Syros
1 | [οὐ φατὸ]ν οὐδ’ ἐπίελπτον ἔην κάλλος τε νόος τε |
[ἔμπεδ]ος ἠνορέη τ’ ἑξαέτους βρέφεος | |
[Νικοκ]ράτευς, ὃν τίκτε γυνὴ καλή τε καὶ ἐσθλὴ{ι} | |
[․․․ιο]ν, αἰδοίη Νικοκράτευς ἄλοχος, | |
5 | [․․․․ το]ῦ κλέος εὐρὺ Πανέλλησίν τε καὶ αὐτοῖς |
[Αἰνεά]δαις σοφίης εἵνεκεν ἠδ’ ἀρετῆς. | |
[πάτρη] δ’ Ἀντιόχεια κλυτῆς ἀλόχοιο παρ’ ὄχθαις | |
[Μαιάνδ]ρου ποταμοῦ καλλινάου χθαμαλαῖς. | |
[τοὔνε]κεν ἁρπάξας Ἐριούνιος Εὐβουλῆι | |
10 | [τέκνον] ἄθυρμα φέρεν Φερσεφόνῃ τ’ ἀλόχωι, |
[πικρὸν] ἄχος λείπων πάππῳ μεγακυδέϊ φωτὶ | |
․․․․․․ῳ πάτραις τ’ ἠδὲ γονεῦσι φίλοις. |