IG XII,5 675
[ ] Syros
1          Θεοφίλα χρηστὴ
             χαῖρε.
ἅδ’ ἀρετὰν στέρξασα καὶ ἔνδικα λέκτρα
συνεύνου, | Νικίου ἱμερτὰ παῖς, ξένε,
5 Θειοφίλα, | κεῖται ὑπὸ σκιερὰν Σύρου
κόνιν· ἁ βαρυπενθὴς | ὀρφανὸν ἐν
ζωοῖς παῖδα λιποῦσα πατρός, |
ὑστάτιον τελέσασα τὸν ἐγ Μοιρέων
ἐνιαυτόν, | πέμπτον ἐπὶ τρισσαῖς
10 πλησαμένα δεκάσιν. | τοὔνεκά μιν
τὰν πρόσθε περίφρονα καὶ μακαριστὰν |
Ἑστιαῖος φθιμέναν τῶιδ’ ὑπέθηκε
τάφωι.
Search Help
Contact Us