[ ]
Syros — 251 AD
1 | ἀγαθῆ τύχῃ· |
ὑπὲρ ὑγείας κα(ὶ) σωτηρίας τῶν κυρίων ἡμῶν κα(ὶ) θει- | |
οτάτων Αὐτοκρατόρων Γαΐων Μ[ε]σσίων Κυΐντων Τραϊαν- | |
[ῶν Δεκίων] Σεβββ(αστῶν) {²⁶Σεβαστῶν}²⁶ κα(ὶ) [Ἑρενν(ίας) Ἐτρουσκίλλ]α[ς] Σεβ(αστῆς) κα(ὶ) τοῦ | |
5 | σύνπαντος αὐτῶν οἴκ[ου κα(ὶ) τῆς ἱερᾶς] συνκλήτου κα(ὶ) δήμ[ου] |
Ῥωμαίων κα(ὶ) δήμου Συρίων [Ἀπ]ολλωνίδης Ἰου[λι]- | |
άδου στεφανηφόρος ἐπώ[νυμος ἄρχ]ων ἐκαλλιέρησεν | |
Ἑστίᾳ Πρυταν[ε]ίᾳ [κα(ὶ)] τοῖς [ἄλλοις θεοῖ]ς πᾶσι κα(ὶ) παρέ- | |
σχεν τοῖς τὴν γερουσ[ίαν νέμο]υσιν [τ]ε[τ]ρά[δ]ι τὰ ἐ[ξ ἔ]- | |
10 | θους πά[ντ]α· τῷ δὲ νέῳ ἔ[τει τοῖς τὴν γερο]υσίαν νέμου- |
σιν δε[ῖπν]ον· κα(ὶ) ἔδωκε νομ[ῆ]ς [ἀν]ὰ [(δην.)] δέκα, γυναι- | |
ξὶ δὲ κα(ὶ) παρθένοις ἐλευθέραις πάσαις κα(ὶ) ταῖς τῶν στεφα- | |
νηφόρων θεραπαινίσιν κα(ὶ) τῶν ἰερέων οἶνον κα(ὶ) ἄρτου λιτρ. αʹ | |
κα(ὶ) κρέως χοιρείου (λιτρ.) αʹ κα(ὶ) νομῆς ἀνὰ [(δην.)] αʹ· τῇ δὲ δευτέρᾳ | |
15 | ἡμέρᾳ ὁμοίως τοῖς μὲν τὴν γερουσίαν νέμουσιν κα(ὶ) ἄλλο[ις] |
πολείταις πάνυ πολλοῖς καὶ ἑτέροις οἷς ἐβουλήθη καλέσαι | |
δεῖπνον· κα(ὶ) ἔδωκε νομῆς τοῖς μὲν τὴν γερουσίαν νέ- | |
μουσιν ἀνὰ (δην.) βʹ, τοῖς δὲ λοιποῖς πᾶσιν ἀνὰ (δην.) αʹ, τοῖς | |
δὲ λοιποῖς πολείταις ἐνδήμοις τε καὶ ἀποδήμοις ἔδω- | |
20 | [κε]ν ἑκάστῳ ἄρτου (λιτρ.) βʹ κα(ὶ) κρέως χοιρείου λιτρ. βʹ κα(ὶ) νομῆς |
[ἑκάσ]τῳ ἀνὰ (δην.) ἕν· τῇ δὲ τρίτῃ ἡμέρᾳ ταῖς ἀρχείναις | |
[κα(ὶ) ἄλλαις αἷς ἐβουλήθη καλέσα]ι παρέσχεν δεῖπν[ον], | |
[ταῖς δὲ λοιπαῖς γυναιξὶν ἔδωκεν] ἄρτου (λιτρ.) μί[α]ν κα(ὶ) κ[ρέως] | |
[χοιρείου (λιτρ.) μίαν· τῇ δὲ τετάρτῃ ἡμέρᾳ(?) τ]οῖς τὴν | |
25 | [γερουσίαν νέμουσιν(?) — — — — — — — — — — — —] |