[ ] Syros — 251 AD
1                  ἀγαθῆ τύχῃ·
ὑπὲρ ὑγείας κα(ὶ) σωτηρίας τῶν κυρίων ἡμῶν κα(ὶ) θει-
οτάτων Αὐτοκρατόρων Γαΐων Μ[ε]σσίων Κυΐντων Τραϊαν-
[ῶν Δεκίων] Σεβββ(αστῶν) {²⁶Σεβαστῶν}²⁶ κα(ὶ) [Ἑρενν(ίας) Ἐτρουσκίλλ]α[ς] Σεβ(αστῆς) κα(ὶ) τοῦ
5 σύνπαντος αὐτῶν οἴκ[ου κα(ὶ) τῆς ἱερᾶς] συνκλήτου κα(ὶ) δήμ[ου]
Ῥωμαίων κα(ὶ) δήμου Συρίων [Ἀπ]ολλωνίδης Ἰου[λι]-
άδου στεφανηφόρος ἐπώ[νυμος ἄρχ]ων ἐκαλλιέρησεν
Ἑστίᾳ Πρυταν[ε]ίᾳ [κα(ὶ)] τοῖς [ἄλλοις θεοῖ]ς πᾶσι κα(ὶ) παρέ-
σχεν τοῖς τὴν γερουσ[ίαν νέμο]υσιν [τ]ε[τ]ρά[δ]ι τὰ ἐ[ξ ἔ]-
10 θους πά[ντ]α· τῷ δὲ νέῳ ἔ[τει τοῖς τὴν γερο]υσίαν νέμου-
σιν δε[ῖπν]ον· κα(ὶ) ἔδωκε νομ[ῆ]ς [ἀν][(δην.)] δέκα, γυναι-
ξὶ δὲ κα(ὶ) παρθένοις ἐλευθέραις πάσαις κα(ὶ) ταῖς τῶν στεφα-
νηφόρων θεραπαινίσιν κα(ὶ) τῶν ἰερέων οἶνον κα(ὶ) ἄρτου λιτρ. αʹ
κα(ὶ) κρέως χοιρείου (λιτρ.) αʹ κα(ὶ) νομῆς ἀνὰ [(δην.)] αʹ· τῇ δὲ δευτέρᾳ
15 ἡμέρᾳ ὁμοίως τοῖς μὲν τὴν γερουσίαν νέμουσιν κα(ὶ) ἄλλο[ις]
πολείταις πάνυ πολλοῖς καὶ ἑτέροις οἷς ἐβουλήθη καλέσαι
δεῖπνον· κα(ὶ) ἔδωκε νομῆς τοῖς μὲν τὴν γερουσίαν νέ-
μουσιν ἀνὰ (δην.) βʹ, τοῖς δὲ λοιποῖς πᾶσιν ἀνὰ (δην.) αʹ, τοῖς
δὲ λοιποῖς πολείταις ἐνδήμοις τε καὶ ἀποδήμοις ἔδω-
20 [κε]ν ἑκάστῳ ἄρτου (λιτρ.) βʹ κα(ὶ) κρέως χοιρείου λιτρ. βʹ κα(ὶ) νομῆς
[ἑκάσ]τῳ ἀνὰ (δην.) ἕν· τῇ δὲ τρίτῃ ἡμέρᾳ ταῖς ἀρχείναις
[κα(ὶ) ἄλλαις αἷς ἐβουλήθη καλέσα]ι παρέσχεν δεῖπν[ον],
[ταῖς δὲ λοιπαῖς γυναιξὶν ἔδωκεν] ἄρτου (λιτρ.) μί[α]ν κα(ὶ) κ[ρέως]
[χοιρείου (λιτρ.) μίαν· τῇ δὲ τετάρτῃ ἡμέρᾳ(?) τ]οῖς τὴν
25 [γερουσίαν νέμουσιν(?) — — — — — — — — — — — —]
Search Help
Contact Us