[ ] Syros
See also:
1 — — — — — — — — — — — — — — — — — — — —
τῷ δὲ νέῳ ἔτει παρέσ[χεν τοῖς τὴν γερου]-
[σ]ίαν νέμου[σ]ιν δεῖπνον καὶ [δωκεν ἑκάστῳ]
αὐτῶν σφυρίδος δηνάρια ἕξ, [γυ]ναιξὶν δὲ [ἐ]-
5 λευθέρ[α]ις καὶ θηλείαις παισὶν καὶ θεραπαινί-
σιν [ἃς ἐκά]λ[εσε]ν παρέσχεν οἶνον καὶ ἔδωκεν
δια[νομῆ]ς ταῖς μὲν ἐλευθέραις καὶ θεραπαινί[σιν]
ἀν[ὰ ἀσ]σάρια ὀκτώ, ταῖς δὲ παισὶν [ἀ]νὰ ἀσσά[ρια]
τέσσαρα· τῇ δὲ ἑξῆς ἡμέρᾳ παρέσχεν [τοῖς]
10 μὲν γερουσιασταῖς καὶ ἄλλοις οἷς ἠβουλή-
[θη] δεῖπνον καὶ ἔδωκεν ἑκάστῳ [δ]ιανομ[ῆς]
δ[η]ν[ά]ρι[ον ἕ]ν, τοῖς δὲ λοιποῖς πολίταις καὶ [ἐ]-
λευθ[έροις] πᾶσιν παρέσχεν οἶνον καὶ ἔδω-
[κεν δ]ιαν[ομ]ῆς τοῖς μὲν πολείταις ἀνὰ δη-
15 νάριον ἕν, τοῖς δὲ ἄλλοις ἀνὰ ἀσσάρια ὀ[κ]-
τώ· ε[ἰσεκάλ]εσ[ε]ν δὲ καὶ τοὺς παρεπιδη-
[μοῦ]ντ[ας ἐκ] τῶν Κυκλάδων νήσων,
[οἷς] παρέσ[χεν] τὰ αὐτὰ ὅσα καὶ τοῖς
[πο]λείτ[α]ις προγέγραπται, σὺν ἀρ-
20 [χείνῃ] Π[ρε]ίμ[ᾳ Κ]αρ[ε]ίωνος, γυναικὶ
[ἰδίᾳ]. ἐπὶ τούτων ἦν ὑγεία
[εὐκα]ρπία εὐετηρία.
Search Help
Contact Us