[ ] Syros — 166-169 AD
1 [ὑ]πὲρ τῆς τῶν Αὐτοκρατόρων Μάρκου Αὐρηλίου
[Ἀ]ντωνείνου καὶ Λουκίου Αὐρηλίου Ἀρμενιακ[ῶ]ν
[Π]αρθι[κῶ]ν Μηδικῶν νείκης καὶ σωτηρίας
[κ]αὶ αἰω[νίου] διαμονῆς ὅλου τοῦ οἴκου αὐ-
5 [τῶ]ν κ[αὶ ἱ]ερᾶς συνκλήτου καὶ δήμου Ῥωμαίων
[καὶ] δή[μου Συρ]ίων Με.(?) Ἐλεύθερος βʹ στεφανηφό-
[ρ]ος καὶ ἐπών[υμ]ος [ἄ]ρχων κλήρῳ καὶ χειροτονίᾳ προγραφε[ὶς]
[σ]ὺν γυναικὶ [ἀρχε]ίνῃ Ὀνησιφόρῳ φιλοτείμως τε καὶ ἐ[πι]-
[φ]ανῶς [δημοθοι]νίαν παρασχόμενος τῇ Συρίων πό[λει]
10 [κ]αὶ τὰς [ἐξ ἔθ]ους νομιζομένας θυσίας ἐκαλλιέρησεν
δι’ ὅλου ἐνιαυτοῦ Ἑστίᾳ Πρυτανείᾳ καὶ τοῖς ἄλλοις
θεοῖς πᾶσι καὶ πάσαις, καὶ τοῖς μὲν τὴν γερουσίαν
μετέχουσιν παρέσχεν ἐκτενῶς πάντα τὰ δίκαι[α]
[τα]ῖς ἠθισμέναις ἡμέραις, τοῖς δὲ λοιποῖς [τ]οῖς κ[α]τ[οι]-
15 [κο]ῦσιν πᾶσιν ἀ[ν]δράσι τε καὶ γυναιξὶν καὶ τέκνοις [α][τῶν]
[κα]ὶ τοῖς ἐπιδημήσασιν ἀστυγείτοσιν παρέσχεν τὰ κ[α]-
[τὰ] τὸ ψήφισμα τὸ γενόμενον καὶ κυ[ρ]ωθὲν ὑπὸ
[τῆς] βουλῆς καὶ το<ῦ> δήμου πάντα ἐκτενῶς, καὶ ἔξωθεν
[τῶν] ἐνγεγραμμένων τῷ ψηφίσματι ἑκάστῳ τ[ῶν]
20 [συνεορ]τασάντων ἔδωκεν [σφυρίδα(?)] φιλοτείμως. ἐπὶ
[τούτων] ἐγένετο ὑγεί[α εὐκαρπία εὐετηρία].
Search Help
Contact Us