[ ]
Syros — 2nd/3rd c. AD
1 | ἔδοξε[ν] τῇ βουλῇ καὶ τῷ δήμῳ, πρυτάνεων γνώμη· |
ἐπεὶ Βερνείκη Νεικομάχου, γυνὴ δὲ Ἀριστοκλέους τοῦ Εἰσιδώ- | |
ρου, ἀγαθήν τε καὶ εὐσχήμοναν τὴν ἀναστροφὴν πεπόηται | |
ἐν πᾶσιν, ἀρχείνη τε γενομένη ἐκ τῶν ἰδίων ἀφιδῶς ἐπετέ- | |
5 | λεσεν καὶ θεοῖς καὶ ἀνθρώποις ὑπὲρ τῆς πατρίδος, εἱέρειά τε |
κατασταθεῖσα τῶν οὐρανίων θεῶν Δήμητρος καὶ Κόρης τῶν | |
σεμνοτάτων ἁγνῶς καὶ ἀξίως τῶν θεῶν καὶ τῆς πόλεως | |
εἱερ[α]τεύσασα μετήλλαξεν τὸν βίον, ἡ καὶ τεκνοτροφήσα- | |
σα· δι’ ἃ δὴ δοκεῖ τῇ βουλῇ καὶ τῷ δήμῳ· προεπαινέσαι μὲν | |
10 | τῆς γυναικὸς τὸν προβεβιωκότα χρόνον, στεφανῶσαί τε αὐ— |
τὴν χρυσῷ στεφάνῳ ᾧ πάτριόν ἐστιν ἡμεῖν στεφανοῖν {²⁶στεφανοῦν}²⁶ | |
τὰς ἀγαθὰς τῶν γυναικῶν· ὁ δὲ γράφων ἡμεῖν ἀναγο- | |
ρευσάτω ὑπὸ τὴν ἐκκομιδὴν τῆς γυναικὸς ὅτι "στεφα- | |
νοῖ ὁ δῆμος ὁ Συρίων Βερνείκην Νεικομάχου χρυσῷ στε- | |
15 | φάνῳ ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆς εἰς αὐτήν". ❦ |