IG XII,5 655
[ ] Syros — 2nd/3rd c. AD
1 ἔδοξε[ν] τῇ βουλῇ καὶ τῷ δήμῳ, πρυτάνεων γνώμη·
ἐπεὶ Βερνείκη Νεικομάχου, γυνὴ δὲ Ἀριστοκλέους τοῦ Εἰσιδώ-
ρου, ἀγαθήν τε καὶ εὐσχήμοναν τὴν ἀναστροφὴν πεπόηται
ἐν πᾶσιν, ἀρχείνη τε γενομένη ἐκ τῶν ἰδίων ἀφιδῶς ἐπετέ-
5 λεσεν καὶ θεοῖς καὶ ἀνθρώποις ὑπὲρ τῆς πατρίδος, εἱέρειά τε
κατασταθεῖσα τῶν οὐρανίων θεῶν Δήμητρος καὶ Κόρης τῶν
σεμνοτάτων ἁγνῶς καὶ ἀξίως τῶν θεῶν καὶ τῆς πόλεως
εἱερ[α]τεύσασα μετήλλαξεν τὸν βίον, ἡ καὶ τεκνοτροφήσα-
σα· δι’ ἃ δὴ δοκεῖ τῇ βουλῇ καὶ τῷ δήμῳ· προεπαινέσαι μὲν
10 τῆς γυναικὸς τὸν προβεβιωκότα χρόνον, στεφανῶσαί τε αὐ—
τὴν χρυσῷ στεφάνῳ ᾧ πάτριόν ἐστιν ἡμεῖν στεφανοῖν {²⁶στεφανοῦν}²⁶
τὰς ἀγαθὰς τῶν γυναικῶν· ὁ δὲ γράφων ἡμεῖν ἀναγο-
ρευσάτω ὑπὸ τὴν ἐκκομιδὴν τῆς γυναικὸς ὅτι "στεφα-
νοῖ ὁ δῆμος ὁ Συρίων Βερνείκην Νεικομάχου χρυσῷ στε-
15 φάνῳ ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆς εἰς αὐτήν". ❦
Search Help
Contact Us