[ ] Syros
1 —κρατουν[τ— — — — — —τρ]εχον(?) — — — — — — — — — — —
— — — — — — — εἰ μὲν δοῦλ[ο]ς εἴη ὁ τῶν προδ[η]λουμένων
[τι δράσα]ς, αὐτὸν μὲ[ν μαστει]γοῦσθ[αι] δημοσίᾳ ἐπὶ τῆς ἀγορᾶς τῇ ἐξῆς τοῦ [ἀδι]-
[κήματ]ος ἡμέρ[ᾳ] πληγ[ὰς ἑ]κατόν, τυπτόντων δύο οὓς ἂν ἐξ αὑτῶν ἕλων-
5 [ται αἱ ἀ]δικηθεῖσ[α]ι φυλαί· τὸν δεσπότην δὲ αὐτοῦ [ἀ]ποτίνειν δραχμὰς
[ἑκατ]ὸν [ἀ]ττ[ικ]άς, αἳ ἔσονται ἱεραὶ τῆς θεοῦ· εἰ δὲ μὴ παραδιδῴη πρὸς κό-
[λασιν τὸ]ν οἰ[κ]έτ[ην, δ]ιακο[σία]ς ἀποτεινύτω· εἰ δὲ ἐλεύθερος εἴη ὁ [ἐναντίον]
[τῶν προδηλ]ουμένων δράσας ἔιτε αὐτῶν τῶν τρεχόντων τις,
[εἴτε καὶ τῶν ἄλλων], πεντ[ήκο]ντα κα[ὶ] ἑκατὸν εἰσπρασσέσθω, αἵτινες ὁμοίως
10 [ἔσ]ονται ἱεραὶ τῆς θεοῦ, κ[αὶ ἱ]ε[ρόσυ]λος ἔστω καὶ ἐναγὴς νομιζέσθω
․․ καὶ [․․․․․ ἀπ]οδιδόσθω ․․․ τῶ[ν ἑ]τέρων δύο φυλῶν, μή τις ἂν [ἐ]ξ αὐτῶν
[τῆ]ς ἐπιούσ[η]ς [ἡ]μέ[ρας — — — — — — — —]ΛΥΡΛ νεικήσῃ· εἰσπρασ-
[σέτ]ωσαν [δὲ] τὸ [ἀργύριον] καὶ πρὸς τὴν κόλασιν ἀγέτωσ[α]ν τοὺς αἰτίους οἱ
[ἄρχ]οντες· εἰ [δὲ ․․․․․․․․․․․․․]ένα, δ[ιαδικα]ζέσθωσαν ὁ βουλόμενος
15 ․․․․ καὶ [— — — — — — — — — εἰσπρα]σσ[έ]τω ταῦτα ἃ δεῖ τοὺς ἄρχον-
[τας] πράσσ[ειν· ἐὰν δέ τις μὴ φῇ τῶν εἰσπρασσομέ]νων δεδρακέναι τι τῶν
[προδηλουμένων, — — — — — — — — — — — — — —] τοὺς αἰτιωμένους
[— — — — — — — — — — — — οἱ δικασταὶ —] δικαζέτωσαν ὀμνύν-
[τες — — — — — — ὅπως γένηται μηθὲν ἐμ]πόδιον ἐκ τῆς παρολκῆς.
Search Help
Contact Us