[ ] Syros — IG XII,5 Add. p. 335
1 ἔδοξεν τῆι βουλῇ καὶ τῶι δήμωι· Κυρσίλος Ἀκρύπτου Ναξί-
της ἔφοδον ἀπογραψάμενος ἐπὶ τὴν βουλὴν εἶπεν· ἐπειδὴ
Ὀνήσανδρος Βούλωνος Σίφνιος διατετέλεκεν ἔν τε τοῖς
ἔνπροσθεν χρόνοις ὑπὲρ τῆς πόλεως ἡμῶν τὴν πλείστην πρό-
5 νοιαν ποιούμενος, πᾶσιν ἑαυτὸν εὔχρηστον καὶ φιλάγαθον παρα-
σκευάζων εἰς τὰ λυσιτελῆ, οὐδεμίαν κα{κα}κοπαθίαν {²⁶κακοπαθίαν}²⁶ καὶ δα-
πάνην ὑποστελλόμενος χάριν τῶν τῇ πόλει συνφερόν-
των καὶ τοῖς καθ’ ἰδίαν ἀφικνουμένοις τῶν πολιτῶν εἰς τὴν
Σιφνίων πόλιν, πρότερόν τε ἀνγελίας γενηθείσης διότι
10 κακοῦργα πλοῖα καὶ πλείονα ἐπιβάλλειν ἡμῶν ἤμελλεν ἐπὶ τὴν χώ-
ραν καὶ τὴν πόλιν κατὰ ῥύσιον, καὶ ταραχῆς μείζονος γινομέ-
νης κατὰ τὴν πόλιν, ἃ καὶ ἀπηνγέλη προσωρμικέναι πρὸς τὴν
Σιφνίων χώραν, καὶ περὶ τούτων παραχρῆμα ὁ δῆμος ἑλόμενος
ἄνδρα εἰς Σίφνον Κτησικλῆν Χαρικλείδου διὰ νυκτὸς ἕνεκεν
15 τοῦ κατασκέψεσθαι τὰ προγεγραμμένα, καὶ ἐν ἐκήνοις
Ὀνήσανδρος βουλόμενος ἀποδείκνυσθαι ἣν ἔχει εὔνοιαν
εἰς τὸν δῆμον, πυθόμενος παρὰ τοῦ Κτησικλέους τὰ προδε-
δηλωμένα, αὐτόν τε φιλοφρόνως ὑπεδέξατο τούς τε
υἱοὺς Βούλωνα καὶ Νίκωνα, ἐν Σίφνωι δὲ χρηματίζοντα Ἔκφαν-
20 τον, καί τινας μεθ’ ἑαυτῶν νεωτέρους παρακαλέσας ἐξα-
πέστειλεν ἐπὶ τὴν χώραν ἐξεραυνησομένους, καὶ πάντα
σαφῶς πυθόμενο{υ}ς {²⁶πυθόμενος}²⁶ τὰ προσαγγελλόμενα διασαφήσας τῷ
Κτησικλῇ ἐξαπέστειλεν αὐτὸν διὰ τάχους, φροντίσας καὶ
περὶ τῆς ἀνακομιδῆς αὐτοῦ, καθὼς καὶ ὁ Κτησικλῆς ἐνεφάνι-
25 ζεν ἐπὶ τῆς ἐκκλησίας· ὁμοίω[ς] δὲ ἀφαρπαγέντων καὶ οἰκετι-
κῶν σωμάτων ὑπὸ πειρατῶν παρὰ Σωσίλου τοῦ Ξενοπείθου
Νουμηνίου καὶ Βότρυος ἀπὸ τῆς καλουμένης Ἐσχατιᾶς συν-
έβη κατᾶραι ἐπὶ τὴν ἐπικειμένην ἀπέναντι νῆσον τῆς
χώρας τῆς Σιφνίων· ἕνα δὲ αὐτῶν Νουμήνιον διακολυν-
30 βήσαντα ἀπὸ τῶν πειρατῶν Ὀνήσανδρος ὑπεδέξατο, πυθό-
μενος ὅτι ἔστιν ἐξύρου, καὶ ἔθρεψεν ἐκ τῶν ἰδίων χρόνον
καὶ πλείονα, καὶ ἀνφιέσας ἐξαπέστειλεν εἰς τὴν ἡμετέραν
πόλιν τοῖς ἰδίοις δαπανήμασιν· περὶ ὧν καὶ ὁ δῆμος ἐπιγνοὺς
τὴν Ὀνησάνδρου φιλαγαθίαν καὶ εὔνοιαν, ἣν ἔχων τυνχάνη
35 εἴς τε {ε}αὐτὸν καὶ Συρίους πάντας, πρόξενόν τε {ε}αὐτὸν ἐποί-
ησεν καὶ προεδρίαν ἔδωκεν ἐν τοῖς ἀγῶσιν οἷς ἡ πόλις συντε-
λεῖ καὶ πρόσοδον πρός τε τὴν βουλὴν καὶ τὸν δῆμον, ἐάν που {²⁶του}²⁶ δέη-
ται, πρώτῳ μετὰ τὰ ἱερά· πολλῷ δὲ μᾶλλον ἑαυτὸν <εὔχρηστον>(?) πα-
ρασκευάζη καὶ διὰ τὰς διδομένας τιμὰς οὔτε δαπάνην ὑπο-
40 στελλόμενος οὔτε κίνδυνον ἕνεκεν τῶν τῇ πόλει συνφε-
ρόντων· ὅπως οὖν καὶ ὁ ἡμέτερος δῆμος εὐχάριστος ὢν φαί-
νηται καὶ τιμῶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ ἀξίους κατὰ τὴν δύνα-
μιν τὴν ἑαυτοῦ, ἕτεροί τε πλήονες ἑαυτοὺς ἐπιδιδῶσιν ἐπι-
γινώσκοντες τὴν τοῦ δήμου καλοκἀγαθίαν, ἀγαθῇ τύχῃ, δεδό-
45 χθαι τῇ βουλῇ καὶ τῷ δήμῳ, ἐπαινέσαι Ὀνήσανδρον Βούλωνος
Σίφνιον ἐπὶ τῇ αἱρέσει ᾗ ἔχει εἰς τὸν δῆμον τὸν ἡμέτερον, καὶ στε-
φανῶσαι αὐτὸν χρυσῷ στεφάνῳ τῶι ἐκ τοῦ νόμου, καὶ ἀναγορεύ-
ειν καθ’ ἔτος ἕκαστον τὸν ἱεροκήρυκα{ι} Διονυσί{ι}ων {²⁶Διονυσίων}²⁶ τε τῶι ἀ-
γῶνι τῶν τραγῳδῶν καὶ Ἡρακλείων τῇ πονπῇ καὶ Δημητριείων τῇ
50 λανπάδι κήρυγμα τόδε· Στεφανοῖ ὁ δῆμος ὁ Συρίων Ὀνήσανδρον
Βούλωνος Σίφνιον εὐσεβήας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ
εὐνοίας ἧς ἔχων διατελῆ πρὸς Συρίους πάντας· οἱ δὲ πρυτάνεις
ἀεὶ οἱ ἐν ἀρχῇ ὄντες ἐπιμέληαν ποιείσθωσαν τοῦ κηρύγματος, κυ-
ρωθέντος <δὲ> τοῦδε τοῦ ψηφίσματος ὁ ταμίας Ἀρισταγόρας δότω
55 Ὀνησάνδρῳ τὸ ἀποτεταγμένον εἰς τὸν στέφανον ἐκ τοῦ νόμου
διάφορον ἀπὸ τῆς ἐνκυκλίου διοικήσεως· ἵνα δὲ φανερὰ ὑπάρχῃ ἡ τοῦ δή-
μου φιλαγαθία καὶ πολλοὶ ἐφάμιλλοι γινόμενοι εὐεργετῶσι τὸν
δῆμον τιμηθέντος Ὀνησάνδρου, ἀναγράψαι {δὲ} τόδε τὸ ψήφισμα εἰς στή-
λην λιθίνην καὶ στῆσαι εἰς τόπον ὡς ἐπιφανέστατον· ἑλέσθαι δὲ ἄνδρα
60 ὅστις ἐγδώσει τὴν στήλην καὶ στήσει καὶ ἐπιμελὲς ποιήσηται, ὅπως
ἀναγραφῇ τόδε τὸ ψήφισμα· τὸ δὲ ἐσόμενον ἀνήλωμα εἴς τε τὴν
στήλην καὶ τὴν ἀναγραφὴν δότω ὁ ταμίας Ἀρισταγόρας ἀπὸ τῆς ἐν-
κυκλίου διοικήσεως, καθότι ἂν συντελέσῃ ὁ ἐγδότης· ἵνα δὲ καὶ Σί-
φνιοι ἐπιγνῶσιν τὰ ἐψηφισμένα τίμια τῶ ἑαυτῶν πολίτῃ Ὀνησάνδρῳ,
65 οἱ πρυτάνεις ἐπιμελὲς ποιησάσθωσαν ἀντιγραψάμενοι, ὅπως
ἐξαποστείλωσιν τόδε τὸ ψήφισμα πρὸς τὸν δῆμον τὸν Σιφνίων, σφρα-
γισάμενοι τῇ δημοσίαι σφραγῖδι. εἱρέθη ἐγδότης Κυρσίλος Ἀκρύπτου.
Search Help
Contact Us