[ ] Ceos — Coresia — beg. 3rd c. BC
1 — — — — — — — —εις εἰσίν· τὸν δὲ νόμο[ν λῦσαι(?) ὃν]
[εἶπεν περὶ — — — —]πά[λ]ης Πολυπείθης, τοὺς [δὲ προβού]-
[λ]ους τ[οὺς ἀεὶ ὄντας ἐγ]διδόναι ἐν τῶι Μαιμακτηρ[ιῶνι μη]-
νὶ τὴμ μησ[․․․․․ ἐνά]τηι ἀπιόντος καὶ διδόναι τῶι ἐγλ[αβόν]-
5 τι εἰς ἱερεῖα Η𐅄 δραχμάς· τὸν δ’ ἐγλαβόντα ἔγγυον καταστ[ῆ]-
σαι, ὃν ἂν δέχωνται οἱ πρόβουλοι ἑστιάσειν κατὰ τὸν νό-
μον· θύειν δὲ τὸμ μὲμ βοῦν βεβληκότα, τὴν δὲ οἶν βεβληκυῖαν·
ἂν δέ τι καὶ ὑάμινον θύηι, μὴ πρεσβύτερον ἐνιαυσίου καὶ ἑγμ[ή]-
νου· ἑστιᾶν δὲ τούς τε πολίτας καὶ οὓς ἡ πόλις κέκληκεν
10 καὶ τοὺς μετοίκους καὶ τοὺς ἀπελευθέρους ὅσοι τὰ τέλη
φέρουσιν εἰς Κορησίαν· παρέχειν δὲ καὶ δεῖπνον καὶ οἶνον καὶ
τρωγάλια καὶ τἄλλα πάντα καλῶς καὶ κρεῶν σταθ[μ]ὸν κατὰ
τὸν ἄνδρα ὠμὰ ἱστάντα μὴ ἔλαττον ΜΜ καὶ ἐκ τῶν ἐγκοι-
λίων ὅσα ἂν ἔχηι τὰ ἱερεῖα, δοκιμάζειν δὲ τὰ ἱερεῖα τοὺς προβούλους
15 καὶ τόν ταμίαν καὶ τὸγ κήρυκα, καὶ ἀφίστασθαι τὰ κρέα καὶ τῶν ἱε-
ρῶν προΐστασθαι, ἀποδιδόναι δὲ τὸ δεῖπνον δέκα ποδῶν καὶ οἶνο[ν]
παρέχειν ἀρεστὸν μέχρις ἂν ἥλιος δύηι· [ἐ]ὰν δὲ δοκιμασθῆι ἡ ἑ[σ]-
τίασις, ἀποδοῦναι τῆι ὑστεραίαι τὸ ἀργύριον τὸ λοιπὸν τὸν ταμί-
αν οὗ ἂν ἐγλάβηι· ἂν δὲ μή, ἀπεῖναι αὐτῶι τῆς ἐγλαβῆς τὸ πέμ-
20 πτομ μέρος· τιθέναι δὲ καὶ ἀγῶνα τῆι ἑορτῆι τοὺς προβούλους ἀπ[ὸ]
δραχμῶν 𐅄Δ𐅃, αἱρεῖσθαι δὲ καὶ γυμνασίαρχον ἅμα ταῖς ἄλλαις
ἀρχαῖς μὴ νεώτερον τριάκοντα ἐτῶν· τοῦτον δὲ ποιεῖν λαμπάδα
τῶν νεωτέρων τῆι ἑορτῆι καὶ τἄλλα ἐπιμέλεσθαι τὰ κατὰ τὸ γυ-
μνάσιον, καὶ ἐξάγειν εἰς μελέτην ἀκοντισμοῦ καὶ τοξικῆς καὶ
25 καταπαλταφεσίας τρὶς τοῦ μηνός· ὃς δ’ ἂμ μὴ παρῆι τῶν νεω-
τέρων δυνατὸς ὤν, κύριος ἔστω αὐτὸν ζημιῶν μέχρι δραχμῆς·
διδόναι δὲ τοὺς προβούλους τοῖς νικῶσιν τοξότηι ἀνδρὶ τό-
ξον, φαρέτραν τοξευμάτων,Δ𐅃, δευτερεῖον τόξον, 𐅃𐅂𐅂, ἀκοντισ-
τῆι [ἀ]νδρὶ λόγχας τρεῖς, περικεφαλαίαν, 𐅃𐅂𐅂𐅂, δευτερεῖον λόγ-
30 χας τρεῖς, 𐅂ΙΙΙΙ, καταπαλταφέτηι ἀνδρὶ περικεφαλαίαν, κόντον,
𐅃𐅂𐅂𐅂, τῶι δευτέρωι κόντος {²⁶κόντον}²⁶, 𐅃𐅃, λαμπαδάρχωι τῶι νικῶντι ἀσπίδα, ΔΔ,
τιθέναι δὲ καὶ παίδων ἀγῶνα καὶ διδόναι ἆθλα παιδὶ τοξότηι
κρεῶν μερίδα, ἀκοντιστῆι παιδὶ μερίδα· τὰ δὲ ὅπλα παρασκευά-
ζειν τοὺς προβούλους τοὺς ἐξιόντας καὶ παραδιδόναι τοῖς
35 ἐφισταμένοις· τὸν δὲ ταμίαν τὴν τιμὴν διδόναι, διδόναι δὲ καὶ ῥα-
ψωιδῶι κρεῶν μερίδα, καταλείπειν δὲ καὶ καταπάλτην τοὺς
προβούλους τοὺς ἀεὶ ὄντας καὶ βέλη τριακόσια ἄχρις ἂν ἐπί-
καιρον δοκῆι εἶναι τῆι βουλῆι· μὴ ἐξεῖναι δὲ ἀποδόσθαι τὰ ἆθλα
ἃ ἂν λάβηι· τοὺς δὲ στρατηγοὺς ἐν τῆι ἐξοπλασίαι ἐξετάζειν·
40 ἀναγράφειν δὲ εἰς λεύκωμα ἑξῆς τοὺς ἀεὶ νικῶντας τὸγ γρα<μ>-
ματέα· ἂν δὲ δόξει ὁ νόμος, ἀναγράψαι εἰς στήλην καὶ στῆσαι
εἰς τὸ τέμενος.
Search Help
Contact Us