[ ]
Ceos — Iulis
1 | ἔδοξεν τοῖς Σαραπιασταῖς· |
ἐπειδὴ Ἐπαμείνων Σωμένου | |
ἀνὴρ καλὸς κἀγαθὸς ὢν διατε- | |
λεῖ περὶ τὸν θίασον καὶ φιλότι- | |
5 | μος, χρείας τε γενομένης ἀργυ- |
ρίου εἰς ξυλωνίαν τῶι θιάσωι προ- | |
εισήνεγκε τὸ ἀργύριον ἄτοκον· [ὅ]- | |
πως οὖν ἔχωμεν καὶ εἰς τὸ λοιπὸν | |
ἀνδράσιν φιλοτίμοις χρᾶσθαι, δε- | |
10 | δόχθαι τοῖς Σαραπιασταῖς ἐπαινέ- |
σαι Ἐπαμείνονα Σωμένου ἀρετῆς | |
ἕνεκεν καὶ φιλοτιμίας, ἣν ἔχων δια- | |
τελεῖ περὶ τὸν θίασον, καὶ στεφανῶ- | |
σαι αὐτὸν θαλλοῦ στεφάνωι, καὶ ἀ— | |
15 | νακηρῦξαι τὸν στέφανον τοῖς |
Εἰσιδείοις. |