[ ] Ceos — Iulis — IG XII,5 Add. p. 333
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
ἐπειδὴ Ἀριστοκύδης [— —]
[․․․․ ἔν] τε [τ]ῶι ἔμπροσθεν χρόνωι
[εὔνους] ὢν διετέλει εἰς τὸν δῆμον
5 [τὸν Ἰουλι]η[τ][ν], γενόμενός [τε ἄρχων τὴν]
[στεφα]ν[η]φόρον ἀρχὴν τά τε [ἱερὰ]
[τοῖς θε]οῖς φιλοτίμ[ως] ἐχ[θύ]ε[ι καὶ]
[τῶν πολι]τῶν ἐπιμελεῖται πολλ[ὰ]
[ἐκ τῶν ἰδίων] δαπαν[ῶ]ν, καὶ τὰ [ἄλλα]
10 [τὰ κατὰ τὴ]ν ἀρχὴ[ν κ]αλῶς [καὶ φιλοτί]-
[μως ἄρχει]· ἐπαινέσαι τ[ε Ἀριστοκύδην]
[καὶ στεφ]ανῶ[σα]ι α[ὐτὸν] χρυσῶ[ι στεφάνωι]
[ἀπὸ ἑ]κατὸν δ[ρα]χμ[ῶν· τὸ δὲ γενόμε]-
[νον εἰς τὸ]ν στέφαν[ον ἀνάλωμα]
15 [δοῦ]ν<α>ι τ[ὸ]ν τα[μίαν].
Search Help
Contact Us