IG XII,5 596
[ ] Ceos — Iulis — 3rd c. BC
A.1 [ἔδο]ξεν τεῖ βουλεῖ καὶ τῶι
[δήμ]ωι· ἐπειδὴ Ἡφαιστίων
[Ἡρα]κλείδου Σιδώνιος ἀνὴρ
ἀγαθός ἐστιν περὶ τὸν δῆμον
5 τὸν Ἰουλητῶν καὶ ποιεῖ ἀγα-
θὸν ὅ,τι δύναται καὶ κοινεί καὶ
[ἰδίαι Ἰουλιή]τας, εἶναι αὐτὸν
[πολίτην καὶ αὐτὸν] καὶ
[τοὺς ἐγγόνους αὐτοῦ] κ[α]
10 — — — — — — — — — — — — —
B.1 [ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι]
[δήμωι· ἐπειδὴ — — —των]
[Φιλώτα — — — διατελ]εῖ εὔ-
[νους ὢν τῶι δήμωι καὶ χρε]ίαν [πα]-
5 [ρεχόμενος πλείστην παν]τὶ τῶν περ
[․․․․․․․․ δεδόχθαι τεῖ β]ουλεῖ καὶ
[τῶι δήμωι, ἐπαινέσαι — —]των[α] Φιλώτα
[— — — — ἐπὶ τῆι εὐν]οίαι ἣν ἔχων
[διατελεῖ εἰς τὸν δῆμο]ν ἡμῶν, κ[α]ὶ εἶ-
10 [ναι αὐτὸν πρόξενον κα]ὶ εὐεργέτην
[τοῦ δήμου τῶν Ἰουλιητ]ῶν, μετέχον-
[τα πάντων ὧν καὶ οἱ ἄλλοι πρό]ξενοι·
[ἀναγράψαι δὲ τὴν προξενίαν εἰς στή]λην
[λιθίνην καὶ στῆσαι — — — — —]
15 — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us